Τρίτη 14 Απριλίου 2020

ΤΟ ΚΕΙΜΕΝΟ ΤΗΣ ΑΚΟΛΟΥΘΙΑΣ ΤΟΥ ΟΡΘΡΟΥ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΕΤΑΡΤΗΣ



ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Τροπάριον τοῦ Νυμφίου
Ἦχος πλ. δ'
(ἐκ τρίτου)

Ἰδοὺ ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός, καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα, ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥαθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μὴ τῷ ὕπνῳ κατενεχθής, ἵνα μῄ τῷ θανάτῳ παραδοθῇς, καὶ τῆς βασιλείας ἔξω κλεισθῇς, ἀλλὰ ἀνάνηψον κράζουσα· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος γ'
Τὴν ὡραιότητα 
Πόρνη προσῆλθέ σοι, μύρα σὺν δάκρυσι, κατακενοῦσά σου ποσὶ Φιλάνθρωπε, καὶ δυσωδίας τῶν κακῶν, λυτροῦται τῇ κελεύσει σου, πνέων δὲ τὴν χάριν σου, μαθητής ὁ ἀχάριστος, ταύτην ἀποβάλλεται, καὶ βορβόρῳ συμφύρεται, φιλαργυρίᾳ ἀπεμπολῶν σε. Δόξα Χριστὲ τῇ εὐσπλαγχνίᾳ σου.

Δόξα... Καὶ νῦν ... Πάλιν τὸ αὐτὸ

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος δ'
Ταχὺ προκατάλαβε 
Ἰούδας ὁ δόλιος, φιλαργυρίας ἐρῶν, προδοῦναί σε Κύριε, τὸν θησαυρὸν τῆς ζωῆς, δολίως ἐμελέτησεν. Ὅθεν καὶ παροινήσας, τρέχει πρὸς Ἰουδαίους, λέγει τοῖς παρανόμοις. Τί μοι θέλετε δοῦναι, κᾀγὼ παραδώσω ὑμῖν, εἰς τὸ σταυρῶσαι αὐτόν;
Δόξα... Καὶ νῦν ... Πάλιν τὸ αὐτὸ

Μετὰ τὴν γ' Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος α'
Τὴν Σοφίαν, καὶ Λόγον
Ἡ Πόρνη ἐν κλαυθμῷ, ἀνεβόα οἰκτίρμον, ἐκμάσσουσα θερμῶς, τοὺς ἀχράντους σου πόδας, θριξὶ τῆς κεφαλῆς αὐτῆς, καὶ ἐκ βάθους στενάζουσα. Μὴ ἀπώσῃ με, μηδὲ βδελύξῃ Θεέ μου, ἀλλὰ δέξαι με, μετανοοῦσαν, καὶ σῶσον, ὡς μόνος φιλάνθρωπος.
Δόξα... Καὶ νῦν ... Πάλιν τὸ αὐτὸ

Κανών α', ᾨδὴ γ', Τριῳδίου

Ἦχος β'
Ὁ Εἱρμὸς 
«Τῆς Πίστεως ἐν πέτρᾳ με στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ' ἐχθρούς μου· εὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν, οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε».

Ἐν κενοῖς τὸ συνέδριον τῶν ἀνόμων, καὶ γνώμῃ συναθροίζεται κακοτρόπῳ, κατάκριτον τὸν ῥύστην σε ἀποφῆναι Χριστέ, ᾧ ψάλλομεν· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε.

Τὸ δεινὸν βουλευτήριον τῶν ἀνόμων, σκέπτεται, θεομάχου ψυχῆς ὑπάρχον, ὡς δύσχρηστον τὸν δίκαιον ἀποκτεῖναι, Χριστόν, ᾧ ψάλλομεν· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε.

Καταβασία
«Τῆς Πίστεως ἐν πέτρᾳ με στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ' ἐχθρούς μου· εὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν· οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε».

Κοντάκιον

Ἦχος δ'
Ὁ ὑψωθεὶς 
Ὑπὲρ τὴν Πόρνην Ἀγαθὲ ἀνομήσας, δακρύων ὄμβρους οὐδαμῶς σοι προσῆξα, ἀλλὰ σιγῇ δεόμενος προσπίπτω σοι, πόθῳ ἀσπαζόμενος, τοὺς ἀχράντους σου πόδας, ὅπως μοι τὴν ἄφεσιν, ὡς Δεσπότης παράσχῃς, τῶν ὀφλημάτων κράζοντι Σωτήρ. Ἐκ τοῦ βορβόρου τῶν ἔργων μου ῥῦσαί με.

Ὁ Οἶκος
Ὁ μετὰ τρίτον οὐρανον
Ἡ πρῴην ἄσωτος Γυνή, ἐξαίφνης σώφρων ὤφθη, μισήσασα τὰ ἔργα, τῆς αἰσχρᾶς ἁμαρτίας, καὶ ἡδονὰς τοῦ σώματος, διενθυμουμένη τὴν αἰσχύνην τὴν πολλήν, καὶ κρίσιν τῆς κολάσεως, ἣν ὑποστῶσι πόρνοι καὶ ἄσωτοι, ὧν περ πρῶτος πέλω, καὶ πτοοῦμαι, ἀλλ' ἐμμένω τῇ φαύλῃ συνηθείᾳ ὁ ἄφρων, ἡ Πόρνη δὲ γυνή, καὶ πτοηθεῖσα, καὶ σπουδάσασα ταχύ, ἦλθε βοῶσα πρὸς τὸν Λυτρωτήν· Φιλάνθρωπε καὶ οἰκτίρμον, ἐκ τοῦ βορβόρου τῶν ἔργων μου ῥῦσαί με.

ΣΥΝΑΞΑΡΙΟΝ
Τῇ ἁγίᾳ καὶ μεγάλῃ Τετάρτῃ, τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ Πόρνης γυναικός, μνείαν ποιεῖσθαι οἱ θειότατοι Πατέρες ἐθέσπισαν, ὅτι πρὸ τοῦ σωτηρίου Πάθους μικρὸν τοῦτο γέγονε.

Στίχοι
Γυνή, βαλοῦσα σώματι Χριστοῦ μύρον,
Τὴν Νικοδήμου προὔλαβε σμυρναλόην.

Ἀλλ' ὁ τῷ, νοητῷ μύρῳ χρισθείς, Χριστὲ ὁ Θεός, τῶν ἐπιρρύτων παθῶν ἐλευθέρωσον, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος ἅγιος, καὶ φιλάνθρωπος. Ἀμήν.

Κανών α', ᾨδὴ η', Τριῳδίου

Ἦχος β'
Ὁ Εἱρμὸς 
«Ῥῆμα τυράννου, ἐπεὶ ὑπερίσχυσεν, ἑπταπλασίως κάμινος, ἐξεκαύθη ποτέ, ἐν ᾗ Παῖδες οὐκ ἐφλέχθησαν, βασιλέως πατήσαντες δόγμα, ἀλλ' ἐβόων· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

Ἀποκενοῦσα, Γυνὴ μύρον ἔντιμον, δεσποτικῇ καὶ θείᾳ, φρικτῇ κορυφῇ, Χριστὲ τῶν ἰχνῶν σου ἐπελάβετο, τῶν ἀχράντων, κεχραμέναις παλάμαις, καὶ ἐβόα· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Δάκρυσι πλύνει, τοὺς πόδας ὑπεύθυνος, ἁμαρτίαις τοῦ πλάσαντος, καὶ ἐκμάσσει θριξί· διὸ τῶν ἐν βίῳ οὐ διήμαρτε, πεπραγμένων τῆς ἀπολυτρώσεως, ἀλλ' ἐβόα· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ἱερουργεῖται, τὸ λύτρον εὐγνώμονι, ἐκ σωτηρίων σπλάγχνων τε, καὶ δακρύων πηγῆς, ἐν ᾗ διὰ τῆς ἐξαγορεύσεως, ἐκπλυθεῖσα οὐ κατῃσχύνετο, ἀλλ' ἐβόα· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον

Καταβασία
«Ῥῆμα τυράννου, ἐπεὶ ὑπερίσχυσεν, ἑπταπλασίως κάμινος, ἐξεκαύθη ποτέ, ἐν ᾗ Παῖδες οὐκ ἐφλέχθησαν, βασιλέως πατήσαντες δόγμα, ἀλλ' ἐβόων· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ', Τριῳδίου

Ἦχος β'
Ὁ Εἱρμὸς 
«Ψυχαῖς καθαραῖς, καὶ ἀρρυπώτοις χείλεσι, δεῦτε μεγαλύνωμεν τὴν ἀκηλίδωτον, καὶ ὑπέραγνον Μητέρα τοῦ Ἐμμανουήλ, δι' αὐτῆς τῷ ἐξ αὐτῆς, προσφέροντες πρεσβείαν τεχθέντι. Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς».

Ἀγνώμων φανείς, καὶ πονηρὸς ζηλότυπος, δῶρον ἀξιόθεον λογοπραγεῖ, δι' οὗ ὀφειλέσιον ἐλύθη ἁμαρτημάτων, καπηλεύων ὁ δεινός, Ἰούδας τὴν φιλόθεον χάριν. Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.

Λέγει πορευθείς, τοῖς παρανόμοις ἄρχουσι· Τί μοι δοῦναι θέλετε κᾀγὼ Χριστὸν ὑμῖν, τὸν ζητούμενον, τοῖς θέλουσι παραδώσω; οἰκειότητα Χριστοῦ, Ἰούδας ἀντωσάμενος χρυσοῦ. Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.

Ὢ πηρωτικής, φιλαργυρίας ἄσπονδε! λήθης ὅθεν ἔτυχες, ὅτι ψυχῆς, ουδ' ὃς ἰσοστάσιος ὁ Κόσμος, ὡς ἐδιδάχθης· ἀπογνώσει γὰρ σαυτόν, ἑβρόχισας ἀνάψας προδότα. Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.

Καταβασία
«Ψυχαῖς καθαραῖς, καὶ ἀρρυπώτοις χείλεσι, δεῦτε μεγαλύνωμεν τὴν ἀκηλίδωτον, καὶ ὑπέραγνον Μητέρα τοῦ Ἐμμανουήλ, δι' αὐτῆς τῷ ἐξ αὐτῆς, προσφέροντες πρεσβείαν τεχθέντι. Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς».

Ἐξαποστειλάριον
Ψαλλόμενον ἀργῶς καὶ μετὰ μέλους
Ἦχος γ'
Αὐτόμελον, (Ἐκ γ') 

Τὸν νυμφῶνά σου βλέπω, Σωτήρ μου κεκοσμημένον, καὶ ἔνδυμα οὐκ ἔχω, ἵνα εἰσέλθω ἐν αὐτῷ, λάμπρυνόν μου τὴν στολὴν τῆς ψυχῆς, Φωτοδότα, καὶ σῶσόν με.

Εἰς τοὺς Α ἲ ν ο υ ς

Στιχηρὰ Ἰδιόμελα
Ἦχος α'
Σὲ τὸν τῆς Παρθένου Υἱόν, Πόρνη ἐπιγνοῦσα Θεὸν ἔλεγεν, ἐν κλαυθμῷ δυσωποῦσα, ὡς δακρύων ἄξια πράξασα. Διάλυσον τὸ χρέος, ὡς κᾀγὼ τοὺς πλοκάμους, ἀγάπησον φιλοῦσαν, τὴν δικαίως μισουμένην, καὶ πλησίον τελωνῶν σε κηρύξω, Εὐεργέτα φιλάνθρωπε.

Ἦχος α'
Τὸ πολυτίμητον μύρον, ἡ Πόρνη ἔμιξε μετὰ δακρύων, καὶ ἐξέχεεν εἰς τοὺς ἀχράντους πόδας σου, καταφιλοῦσα· ἐκείνην εὐθὺς ἐδικαίωσας, ἡμῖν δὲ συγχώρησιν δώρησαι· ὁ παθῶν ὑπὲρ ἡμῶν, καὶ σῶσον ἡμᾶς.

Ἦχος πλ. α'
Ὅτε ἡ ἁμαρτωλός, προσέφερε τὸ μύρον, τότε ὁ μαθητής, συνεφώνει τοῖς παρανόμοις· ἡ μὲν ἔχαιρε κενοῦσα τὸ πολύτιμον, ὁ δὲ ἔσπευδε πωλῆσαι τὸν ἀτίμητον, αὕτη τὸν Δεσπότην ἐπεγίνωσκεν, οὗτος τοῦ Δεσπότου ἐχωρίζετο, αὕτη ἠλευθεροῦτο, καὶ ὁ Ἰούδας δοῦλος ἐγεγόνει τοῦ ἐχθροῦ, δεινὸν ἡ ῥαθυμία! μεγάλη ἡ μετάνοια! ἥν μοι δώρησαι Σωτήρ, ὁ παθὼν ὑπὲρ ἡμῶν, καὶ σῶσον ἡμᾶς.

Ἦχος πλ. α'
Ὢ τῆς Ἰούδα ἀθλιότητος! ἐθεώρει τὴν Πόρνην φιλοῦσαν τὰ ἴχνη, καὶ ἐσκέπτετο δόλῳ, τῆς προδοσίας τὸ φίλημα· ἐκείνη τοὺς πλοκάμους διέλυσε, καὶ οὗτος τῷ θυμῷ ἐδεσμεῖτο, φέρων ἀντὶ μύρου, τὴν δυσώδη κακίαν· φθόνος γὰρ οὐκ οἶδε, προτιμᾶν τὸ συμφέρον. Ὢ τῆς Ἰούδα ἀθλιότητος! ἀφ' ἧς ῥῦσαι ὁ Θεὸς τὰς ψυχὰς ἡμῶν.

Δόξα...
Ἦχος β'
Ἡ ἁμαρτωλὸς ἔδραμε πρὸς τὸ μύρον πριάσασθαι, πολύτιμον μύρον, τοῦ μυρίσαι τὸν εὐεργέτην, καὶ τῷ μυρεψῷ ἐβόα· Δός μοι τὸ μύρον, ἵνα ἀλείψω κᾀγὼ τὸν ἐξαλείψαντά μου πάσας τὰς ἁμαρτίας.

Καὶ νῦν...
Ἦχος πλ. β'
Ἡ βεβυθισμένη τῇ ἁμαρτίᾳ, εὗρέ σε λιμένα τῆς σωτηρίας, καὶ μύρον σὺν δάκρυσι κενοῦσά σοι ἐβόα· Ἴδε ὁ ἔχων ἐξουσίαν συγκωρεῖν ἁμαρτίας, Ἴδε ὁ τῶν ἁμαρτανόντων τὴν μετάνοιαν φέρων· ἀλλὰ Δέσποτα διάσωσόν με, ἐκ τοῦ κλύδωνος τῆς ἁμαρτίας μου δέομαι, διὰ τὸ μέγα σου ἔλεος.

Ἀπόστιχα Τριῳδίου

Ἦχος πλ. β'
Ἰδιόμελον
Σήμερον ὁ Χριστός, παραγίνεται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, καὶ γυνὴ ἁμαρτωλὸς προσελθοῦσα, τοῖς ποσὶν ἐκυλινδοῦτο βοῶσα· Ἴδε τὴν βεβυθισμένην τῇ ἁμαρτίᾳ, τὴν ἀπηλπισμένην διὰ τὰς πράξεις, τὴν μὴ βδελυχθεῖσαν παρὰ τῆς σῆς ἀγαθότητος· καὶ δός μοι Κύριε, τὴν ἄφεσιν τῶν κακῶν, καὶ σῶσόν με.

Ἦχος πλ. β'
Ἥπλωσεν ἡ Πόρνη, τὰς τρίχας σοι τῷ Δεσπότῃ, ἥπλωσεν Ἰούδας, τὰς χεῖρας τοῖς παρανόμοις· ἡ μέν, λαβεῖν τὴν ἄφεσιν, ὁ δέ, λαβεῖν ἀργύρια. Διό σοι βοῶμεν, τῷ πραθέντι καὶ ἐλευθερώσαντι ἡμᾶς, Κύριε δόξα σοι.

Ἦχος πλ. β'
Προσῆλθε Γυνὴ δυσώδης καὶ βεβορβορωμένη, δάκρυα προχέουσα ποσί σου Σωτήρ, τὸ Πάθος καταγγέλλουσα. Πῶς ἀτενίσω σοι τῷ Δεσπότῃ; αὐτὸς γὰρ ἐλήλυθας, σῶσαι πόρνην, ἐκ βυθοῦ θανοῦσάν με ἀνάστησον, ὁ τὸν Λάζαρον ἐγείρας, ἐκ τάφου τετραήμερον, δέξαι μὲ τὴν τάλαιναν, Κύριε καὶ σῶσόν με.

Ἦχος πλ. β'
Ἡ ἀπεγνωσμένη διὰ τὸν βίον, καὶ ἐπεγνωσμένη διὰ τὸν τρόπον, τὸ μύρον βαστάζουσα, προσῆλθέ σοι βοῶσα. Μή με τὴν πόρνην ἀπορρίψῃς, ὁ τεχθεὶς ἐκ Παρθένου, μή μου τὰ δάκρυα παρίδῃς, ἡ χαρὰ τῶν Ἀγγέλων· ἀλλὰ δέξαι με μετανοουσαν, ἣν οὐκ ἀπώσω ἁμαρτάνουσαν Κύριε, διὰ τὸ μέγα σου ἔλεος.

Δόξα... Καὶ νῦν...
Ἦχος πλ. δ'
Ποίημα Κασσιανὴς Μοναχῆς
Κύριε, ἡ ἐν πολλαῖς ἁμαρτίαις περιπεσοῦσα Γυνή, τὴν σὴν αἰσθομένη Θεότητα, μυροφόρου ἀναλαβοῦσα τάξιν, ὀδυρομένη μύρα σοι, πρὸ τοῦ ἐνταφιασμοῦ κομίζει. Οἴμοι! λέγουσα, ὅτι νύξ μοι, ὑπάρχει, οἶστρος ἀκολασίας, ζοφώδης τε καὶ ἀσέληνος, ἔρως τῆς ἁμαρτίας. Δέξαι μου τὰς πηγὰς τῶν δακρύων, ὁ νεφέλαις διεξάγων τῆς θαλάσσης τὸ ὕδωρ· κάμφθητί μοι πρὸς τοὺς στεναγμοὺς τῆς καρδίας, ὁ κλίνας τοὺς οὐρανούς, τῇ ἀφάτῳ σου κενώσει· καταφιλήσω τοὺς ἀχράντους σου πόδας, ἀποσμήξω τούτους δὲ πάλιν, τοῖς τῆς κεφαλῆς μου βοστρύχοις, ὧν ἐν τῷ Παραδείσῳ Εὔα τὸ δειλινόν, κρότον τοῖς ὠσὶν ἠχηθεῖσα, τῷ φόβῳ ἐκρύβη. Ἁμαρτιῶν μου τὰ πλήθη καὶ κριμάτων σου ἀβύσσους, τίς ἐξιχνιάσει ψυχοσῶστα Σωτήρ μου; Μή με τὴν σὴν δούλην παρίδῃς, ὁ ἀμέτρητον ἔχων τὸ ἔλεος.



Δεν υπάρχουν σχόλια:


Αρχείο

Παναγία Οδηγήτρια του Balamand (Λίβανος)

Παναγία Οδηγήτρια του Balamand (Λίβανος)

ΣΥΝ-ΙΣΤΟΛΟΓΕΙΝ

ΑΓΙΟΣ ΓΕΩΡΓΙΟΣ

ΑΓΙΟΣ ΓΕΩΡΓΙΟΣ
Ένα ιστολόγιο αφιερωμένο στους 57 αη-Γιώργηδες της Ορθόδοξης Εκκλησίας

Ἅγιος Κοσμᾶς ὁ Αἰτωλός, Ψυχὴ καὶ Χριστὸς σᾶς χρειάζεται...

Τοῦτο σᾶς λέγω πάλιν καὶ σᾶς παραγγέλλω: κἂν ὁ οὐρανὸς νὰ κατέβη κάτω κἂν ἡ γῆ νὰ ἀνέβη ἀπάνω κἂν ὅλος ὁ κόσμος νὰ χαλάση καθὼς μέλλει νὰ χαλάση σήμερον αὔριον, νὰ μὴ σᾶς μέλη τί ἔχει νὰ κάμη ὁ Θεός. Τὸ κορμὶ ἂς σᾶς τὸ καύσουν, ἂς σᾶς τὸ τηγανίσουν, τὰ πράγματά σας ἂς σᾶς τὰ πάρουν, μὴ σᾶς μέλη, δῶστε τα, δὲν εἶναι ἐδικά σας. Ψυχὴ καὶ Χριστὸς σᾶς χρειάζεται. Ἐτοῦτα τὰ δύο ὅλος κόσμος νὰ πέση, δὲν ἠμπορεῖ νὰ σᾶς τὰ πάρη, ἔξω ἂν τύχη καὶ τὰ δώσετε μὲ τὸ θέλημά σας. Αὐτὰ τὰ δύο νὰ τὰ φυλάγετε νὰ μὴν τύχη καὶ τὰ χάσετε.

Ἅγιος Κοσμᾶς Αἰτωλός, Διδαχὴ Γ' (ἀπὸ τὸ βιβλίο τοῦ Ἰωάννη Β. Μενούνου, Κοσμᾶ τοῦ Αἰτωλοῦ Διδαχὲς καὶ Βιογραφία, ἐκδόσεις Ἀκρίτας, ζ' ἔκδοση, Ἀθήνα 2004, σελ.154)

Επισκέπτες από 17/9/2009

Free counters!

Κ. ΤΣΑΤΣΟΣ, ΠΕΡΙ "ΕΙΔΙΚΩΝ"

Τοῦτο εἶναι τὸ δρᾶμα τῆς ἐποχῆς μας: ὅτι ἡ πρόοδος της δὲν βρίσκεται στὰ χέρια τῶν πνευματικῶν ἀνθρώπων, ἀλλὰ τῶν εἰδικῶν, ποὺ δὲν μπορεῖ νὰ εἶναι πνευματικοὶ ἄνθρωποι.

Κωνσταντίνος Τσάτσος, Ἀφορισμοὶ καὶ διαλογισμοί, τέταρτη σειρά, εκδ. Βιβλ. τῆς Ἑστίας, Ἀθήνα 1972, σελ. 92.

台灣基督東正教會 The Orthodox Church in Taiwan

ΑΓΙΟΡΕΙΤΙΚΕΣ ΜΝΗΜΕΣ

ΑΓΙΟΡΕΙΤΙΚΗ ΒΙΒΛΙΟΘΗΚΗ

Μετεωρίτικη Βιβλιοθήκη

ΘΕΟΛΟΓΟΙ ΚΡΗΤΗΣ

ΕΛΛΟΠΟΣ

Αξίζει να διαβάσετε

9 ΝΟΕΜΒΡΙΟΥ: ΔΙΕΘΝΗΣ ΗΜΕΡΑ ΚΑΤΑ ΤΟΥ ΦΑΣΙΣΜΟΥ ΚΑΙ ΤΟΥ ΑΝΤΙΣΗΜΙΤΙΣΜΟΥ

ΔΕΝ ΞΕΧΝΩ