Εμφάνιση αναρτήσεων με ετικέτα ιδιόμελα. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ιδιόμελα. Εμφάνιση όλων των αναρτήσεων

Σάββατο 24 Δεκεμβρίου 2022

ΙΔΙΟΜΕΛΑ ΤΩΝ ΜΕΓΑΛΩΝ ΩΡΩΝ ΤΩΝ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ: ΨΑΛΛΕΙ ΧΟΡΟΣ ΒΑΤΟΠΑΙΔΙΝΩΝ ΠΑΤΕΡΩΝ

 https://www.youtube.com/watch?v=YDf_lX9IP8Y


Τέσσερα ιδιόμελα των Μεγάλων Ωρών των Χριστουγέννων- Ψάλλει χορός Βατοπαιδινών Πατέρων

CD: "Βατοπαιδινή Μουσική Βιβλιοθήκη Α' - Ύμνοι των Χριστουγέννων"


ΩΡΑ ΠΡΩΤΗ

Ἦχος πλ. δ'  Ποίημα Σωφρονίου Πατριάρχου Ἱεροσολύμων

Βηθλεὲμ ἑτοιμάζου· εὐτρεπιζέσθω ἡ φάτνη· τὸ Σπήλαιον δεχέσθω, ἡ ἀλήθεια ἦλθεν· ἡ σκιὰ παρέδραμε· καὶ Θεὸς ἀνθρώποις, ἐκ Παρθένου πεφανέρωται, μορφωθείς τὸ καθ' ἡμᾶς, καὶ θεώσας τὸ πρόσλημμα. Διὸ Ἀδὰμ ἀνανεοῦται σὺν τῇ Εὔᾳ, κράζοντες· Ἐπὶ γῆς εὐδοκία ἐπεφάνη, σῶσαι τὸ γένος ἡμῶν.

Δόξα... Καὶ νῦν...
Ἦχος πλ. δ'

Τάδε λέγει Ἰωσὴφ πρὸς τὴν Παρθένον· Μαρία, τὶ τὸ δρᾶμα τοῦτο, ὃ ἐν σοὶ τεθέαμαι; ἀπορῶ καὶ ἐξίσταμαι, καὶ τὸν νοῦν καταπλήττομαι! Λάθρα τοίνυν ἀπ' ἐμοῦ, γενοῦ ἐν τάχει. Μαρία, τὶ τὸ δρᾶμα τοῦτο, ὃ ἐν σοὶ τεθέαμαι; ἀντὶ τιμῆς αἰσχύνην, ἀντ' εὐφροσύνης, τὴν λύπην, ἀντὶ τοῦ ἐπαινεῖσθαι, τὸν ψόγον μοι προσήγαγες. Οὐκ ἔτι φέρω λοιπόν, τὸ ὄνειδος ἀνθρώπων· ὑπὸ γὰρ Ἱερέων ἐκ τοῦ ναοῦ, ὡς ἄμεμπτον Κυρίου σὲ παρέλαβον· καὶ τὶ τὸ ὁρώμενον;

ΩΡΑ ΤΡΙΤΗ

Έτερον. Ἦχος πλάγιος β'

Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν, ὁ τεχθεὶς ἐκ Παρθένου, καὶ τοῖς ἀνθρώποις συναναστραφείς. Φάτνῃ πενιχρᾷ Υἱὸς μονογενής, κείμενος ὁρᾶται βροτός· καὶ σπαργάνοις πλέκεται, ὁ τῆς δόξης Κύριος, καὶ Μάγους ἀστὴρ μηνύει, εἰς αὐτοῦ προσκύνησιν, καὶ ἡμεῖς μελῳδοῦμεν·Τριὰς Ἁγία, σῶσον τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν... 
Ἦχος γ'

Ἰωσήφ, εἰπὲ ἡμῖν, πῶς ἐκ τὼν ἁγίων ἣν παρέλαβες Κόρην, ἔγκυον φέρεις ἐν Βηθλεέμ; Ἐγὼ φησι, τοὺς Προφήτας ἐρευνήσας, καὶ χρηματισθεὶς ὑπὸ Ἀγγέλου, πέπεισμαι, ὅτι Θεὸν γεννήσει ἡ Μαρία ἀνερμηνεύτως· οὗ εἰς προσκύνησιν, Μάγοι ἐξ Ἀνατολῶν ἥξουσι, σὺν δώροις τιμίοις λατρεύοντες. Ὁ σαρκωθεὶς δι' ἡμᾶς, Κύριε, δόξα σοι.


Κυριακή 17 Απριλίου 2022

Κύριε, πρὸς τὸ μυστήριον τὸ ἀπόρρητον τῆς σῆς οἰκονομίας...: Ψάλλει Χορός Βατοπαιδινών Πατέρων



Ιδιόμελα απόστιχα των Αίνων της Μεγάλης Δευτέρας
Ψάλλει Χορός Βατοπαιδινών Πατέρων
CD: "Μεγάλη Δευτέρα" (Ι.Μ.Μ. ΒΑΤΟΠΑΙΔΙΟΥ /ΠΕΚ, 2004)

Κύριε, πρὸς τὸ μυστήριον τὸ ἀπόρρητον τῆς σῆς οἰκονομίας, οὐκ ἐξαρκοῦσα ἡ τῶν ἐκ Ζεβεδαίου μήτηρ, ᾐτεῖτό σε προσκαίρου βασιλείας τιμήν, τοῖς ἑαυτῆς δωρήσασθαι τέκνοις· ἀλλ' ἀντὶ ταύτης, ποτήριον θανάτου ἐπηγγείλω πιεῖν τοῖς φίλοις σου, ὃ ποτήριον πρὸ τούτων, πιεῖν ὁ αὐτὸς ἔλεγες, ἁμαρτημάτων καθαρτήριον. Διό σοι βοῶμεν· Ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν, δόξα σοι.

Κύριε, τὰ τελεώτατα φρονεῖν, τοὺς οἰκείους παιδεύων Μαθητάς, μὴ ὁμοιοῦσθαι τοῖς ἔθνεσιν ἔλεγες, εἰς τὸ κατάρχειν τῶν ἐλαχιστοτέρων· οὐχ οὕτω γὰρ ἔσται ὑμῖν τοῖς ἐμοῖς Μαθηταῖς, ὅτι πτωχὸς θέλων ὑπάρχω, ὁ πρῶτος οὖν ὑμῶν, ἔστω πάντων διάκονος, ὁ δὲ ἄρχων, ὡς ὁ ἀρχόμενος, ὁ προκριθεὶς δὲ ὡς ὁ ἔσχατος· καὶ γάρ ἐλήλυθα αὐτὸς τῷ πτωχεύσαντι Ἀδὰμ διακονῆσαι, καὶ λύτρον δοῦναι ἀντὶ πολλῶν, τὴν ψυχὴν τῶν βοώντων μοι· Δόξα σοι.


Κυριακή 13 Φεβρουαρίου 2022

"Μὴ προσευξώμεθα φαρισαϊκῶς, ἀδελφοί": Ψάλλει η χορωδία του Θεόδωρου Βασιλικού

https://www.youtube.com/watch?v=Sdbw4SbIB2k

"Μὴ προσευξώμεθα φαρισαϊκῶς, ἀδελφοί"

Ψάλλει η χορωδία του Θεόδωρου Βασιλικού

Μὴ προσευξώμεθα φαρισαϊκῶς, ἀδελφοί· ὁ γὰρ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται· ταπεινωθῶμεν ἐναντίον τοῦ Θεοῦ, τελωνικῶς διὰ νηστείας κράζοντες· Ἱλάσθητι ἡμῖν ὁ Θεός, τοῖς ἁμαρτωλοῖς. (Ἦχος α’)

Τοῦ Τελώνου καὶ τοῦ Φαρισαίου τὸ διάφορον, ἐπιγνοῦσα, ψυχή μου· τοῦ μέν, μίσησον τὴν ὑπερήφανον φωνήν, τοῦ δέ, ζήλωσον τὴν εὐκατάνυκτον εὐχήν, καὶ βόησον· ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με. (Ἦχος γ’)



Κυριακή 24 Απριλίου 2016

Φθάσαντες πιστοί...(Ψάλλει ο Θρ. Στανίτσας)

Φθάσαντες πιστοί...Ἦχος πλ. α'

Φθάσαντες πιστοί, τὸ σωτήριον Πάθος Χριστοῦ τοῦ Θεοῦ, τὴν ἄφατον αὐτοῦ μακροθυμίαν δοξάσωμεν, ὅπως τῇ αὐτοῦ εὐσπλαγχνίᾳ, συνεγείρῃ καὶ ἡμᾶς, νεκρωθέντας τῇ ἁμαρτίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
(Στιχηρὸν ἱδιόμελον  Αἴνων τοῦ Ὀρθρου τῆς Μεγάλης Δευτέρας)

Ψάλλει ο Άρχων πρωτοψάλτης Θρασύβουλος Στανίτσας από τον Ιερό Ναό Αγίου Δημητρίου Αμπελοκήπων στις 19-04-1976


Παρασκευή 3 Μαΐου 2013

Πᾶσα ἡ κτίσις, ἠλλοιοῦτο φόβῳ...





Πᾶσα ἡ κτίσις, ἠλλοιοῦτο φόβῳ, θεωροῦσά σε, ἐν σταυρῷ κρεμάμενον Χριστέ, ὁ ἥλιος ἐσκοτίζετο, καὶ γῆς τὰ θεμέλια συνεταράττετο, τὰ πάντα συνέπασχον, τῷ τὰ πάντα κτίσαντι, ὁ ἑκουσίως δι' ἡμᾶς ὑπομείνας, Κύριε δόξα σοι.


Τρίτη 30 Απριλίου 2013

"Ὅτε ἡ ἁμαρτωλὸς"...: ψάλλει ο μακαριστός αρχιεπίσκοπος Αθηνών κυρός Χριστόδουλος & " Ὤ τῆς Ἰούδα ἀθλιότητος...": ψάλλει ο Π.Πάτρας



http://www.youtube.com/watch?v=NvVXA6YecrI


Ὅτε ἡ ἁμαρτωλός, προσέφερε τὸ μύρον, τότε ὁ μαθητής, συνεφώνει τοῖς παρανόμοις· ἡ μὲν ἔχαιρε κενοῦσα τὸ πολύτιμον, ὁ δὲ ἔσπευδε πωλῆσαι τὸν ἀτίμητον, αὕτη τὸν Δεσπότην ἐπεγίνωσκεν, οὗτος τοῦ Δεσπότου ἐχωρίζετο, αὕτη ἠλευθεροῦτο, καὶ ὁ Ἰούδας δοῦλος ἐγεγόνει τοῦ ἐχθροῦ, δεινὸν ἡ ῥαθυμία! μεγάλη ἡ μετάνοια! ἥν μοι δώρησαι Σωτήρ, ὁ παθὼν ὑπὲρ ἡμῶν, καὶ σῶσον ἡμᾶς.


(Ἰδιόμελον τῶν Αἴνων τοῦ Ὄρθρου τῆς Μεγάλης Τετάρτης)


Ψάλλει ο Μακαριστός Αρχιεπίσκοπος Αθηνών κυρός Χριστόδουλος


***

Ὢ τῆς Ἰούδα ἀθλιότητος! ἐθεώρει τὴν Πόρνην φιλοῦσαν τὰ ἴχνη, καὶ ἐσκέπτετο δόλῳ, τῆς προδοσίας τὸ φίλημα· ἐκείνη τοὺς πλοκάμους διέλυσε, καὶ οὗτος τῷ θυμῷ ἐδεσμεῖτο, φέρων ἀντὶ μύρου, τὴν δυσώδη κακίαν· φθόνος γὰρ οὐκ οἶδε, προτιμᾶν τὸ συμφέρον. Ὢ τῆς Ἰούδα ἀθλιότητος! ἀφ' ἧς ῥῦσαι ὁ Θεὸς τὰς ψυχὰς ἡμῶν.

(Ἰδιόμελον τῶν Αἴνων τοῦ Ὄρθρου τῆς Μεγάλης Τετάρτης)
Ψάλλει ο Π.Πάτρας


Ὅτε ἡ ἁμαρτωλός, προσέφερε τὸ μύρον τότε ὁ μαθητής, συνεφώνει τοῖς παρανόμοις...

Ὅτε ἡ ἁμαρτωλός, προσέφερε τὸ μύρον, τότε ὁ μαθητής, συνεφώνει τοῖς παρανόμοις· ἡ μὲν ἔχαιρε κενοῦσα τὸ πολύτιμον, ὁ δὲ ἔσπευδε πωλῆσαι τὸν ἀτίμητον, αὕτη τὸν Δεσπότην ἐπεγίνωσκεν, οὗτος τοῦ Δεσπότου ἐχωρίζετο, αὕτη ἠλευθεροῦτο, καὶ ὁ Ἰούδας δοῦλος ἐγεγόνει τοῦ ἐχθροῦ, δεινὸν ἡ ῥαθυμία! μεγάλη ἡ μετάνοια! ἥν μοι δώρησαι Σωτήρ, ὁ παθὼν ὑπὲρ ἡμῶν, καὶ σῶσον ἡμᾶς.


(Ἴδιόμελον τῶν Αἴνων τοῦ Ὄρθρου τῆς Μεγἀλης Τετάρτης)


 http://www.youtube.com/watch?v=bCN6n0fMcCM

"Ότε η αμαρτωλός..." (Ήχος Α΄). Στιχηρό Ιδιόμελο των Αίνων του Όρθρου της Αγίας και Μεγάλης Τετάρτης (τη Μ. Τρίτη εσπέρας). Ψάλλει ο Πρωτοψάλτης Δημήτρης Γαλάνης επί τη βάσει του μουσικού κειμένου του Άρχοντα Πρωτοψάλτη της ΜτΧΕ Κωνσταντίνου Πρίγγου. Ζωντανή ηχογράφηση στον Ι. Ν. Αγίας Βαρβάρας Πατρών την Μεγάλη Τρίτη (10/4/2012)

 Δείτε και:

Ὅτε ἡ ἁμαρτωλός, προσέφερε τὸ μύρον...(Ψάλλει ο Γεώργιος Παναγόπουλος)



Δευτέρα 29 Απριλίου 2013

Ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου, πῶς εἰσελεύσομαι ὁ ἀνάξιος;

Ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου, πῶς εἰσελεύσομαι ὁ ἀνάξιος; ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν νυμφῶνα, ὁ χιτών με ἐλέγχει, ὅτι οὐκ ἔστι τοῦ γάμου, καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν Ἀγγέλων, καθάρισον Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου, καὶ σῶσόν με ὡς φιλάνθρωπος.
(Ἰδιόμελον τῶν Αἴνων τοῦ Ὄρθρου τῆς Μεγάλης Τρίτης) 


 http://www.youtube.com/watch?v=9KCeYfDhm4Y
"Ἐν ταῖς λαμπρότησι...", ήχος α', μέλος Νικολάου Πρωτοψάλτου Σμύρνης. Ψάλλει ο Μητροπολίτης Πατρών Νικόδημος Βαλληνδράς (1915-2008). Ζωντανή ηχογράφηση. Αρχείο: Παναγιώτη Αντ. Ανδριόπουλου.


Παρασκευή 13 Απριλίου 2012

Φοβερὸν καὶ παράδοξον Μυστήριον, σήμερον ἐνεργούμενον καθορᾶται

Φοβερὸν καὶ παράδοξον Μυστήριον, σήμερον ἐνεργούμενον καθορᾶται. Ὁ ἀναφὴς κρατεῖται, δεσμεῖται, ὁ λύων τὸν Ἀδὰμ τῆς κατάρας. Ὁ ἐτάζων καρδίας καὶ νεφρούς, ἀδίκως ἐτάζεται, εἱρκτῇ κατακλείεται, ὁ τὴν ἄβυσσον κλείσας, πιλάτῳ παρίσταται, ᾧ τρόμῳ παρίστανται οὐρανῶν αἱ Δυνάμεις, ῥαπίζεται χειρὶ τοῦ πλάσματος, ὁ Πλάστης, ξύλῳ κατακρίνεται, ὁ κρίνων ζῶντας καὶ νεκρούς, τάφῳ κατακλείεται, ὁ καθαιρέτης τοῦ ᾍδου. Ὁ πάντα φέρων συμπαθῶς, καὶ πάντας σώσας τῆς ἀρᾶς, ἀνεξίκακε Κύριε δόξα σοι.
Η Σταύρωσις, Ναός Παναγίας Χρυσαλινιώτισσας, Λευκωσία, Κύπρος, 14ος αι.
πηγή:http://noctoc-noctoc.blogspot.com/2008/04/h-holy-week-as-depicted-in-byzantine.html



Σήμερον ὁ Δεσπότης τῆς κτίσεως, παρίσταται Πιλάτῳ...

Σήμερον ὁ Δεσπότης τῆς κτίσεως, παρίσταται Πιλάτῳ, καὶ σταυρῷ παραδίδοται ὁ Κτίστης τῶν ἁπάντων, ὡς ἀμνὸς προσαγόμενος τῇ ἰδίᾳ βουλήσει, τοῖς ἥλοις προσπήγνυται, καὶ τὴν πλευρὰν κεντᾶται, καὶ τῷ σπόγγῳ προσψαύεται, ὁ μάννα ἑπομβρήσας, τὰς σιαγόνας ῥαπίζεται, ὁ Λυτρωτὴς τοῦ Κόσμου, καὶ ὑπὸ τῶν ἰδίων δούλων ἐμπαίζεται, ὁ Πλάστης τῶν ἁπάντων. Ὢ Δεσπότου φιλανθρωπίας! ὑπὲρ τῶν σταυρούντων παρεκάλει τὸν ἴδιον Πατέρα, λέγων· Ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην· οὐ γὰρ οἴδασιν οἱ ἄνομοι, τί ἀδίκως πράττουσιν.



Σήμερον σὲ θεωροῦσα, ἡ ἄμεμπτος Παρθένος...

Σήμερον σὲ θεωροῦσα, ἡ ἄμεμπτος Παρθένος, ἐν Σταυρῷ Λόγε ἀναρτώμενον, ὀδυρομένη μητρῷα σπλάγχνα, ἐτέτρωτο τὴν καρδίαν πικρῶς, καὶ στενάζουσα ὀδυνηρῶς ἐκ βάθους ψυχῆς, παρειὰς σὺν θριξὶ καταξαίνουσα, κατετρύχετο· διὸ καὶ τὸ στῆθος τύπτουσα, ἀνέκραγε γοερῶς· Οἴμοι θεῖον Τέκνον! οἴμοι τὸ φῶς τοῦ Κόσμου! τί ἔδυς ἐξ ὀφθαλμῶν μου, ὁ Ἀμνὸς τοῦ Θεοῦ; ὅθεν αἱ στρατιαὶ τῶν Ἀσωμάτων, τρόμῳ, συνείχοντο λέγουσαι· Ἀκατάληπτε Κύριε δόξα σοι.




Πᾶσα ἡ κτίσις, ἠλλοιοῦτο φόβῳ...

Πᾶσα ἡ κτίσις, ἠλλοιοῦτο φόβῳ, θεωροῦσά σε, ἐν σταυρῷ κρεμάμενον Χριστέ, ὁ ἥλιος ἐσκοτίζετο, καὶ γῆς τὰ θεμέλια συνεταράττετο, τὰ πάντα συνέπασχον, τῷ τὰ πάντα κτίσαντι, ὁ ἑκουσίως δι' ἡμᾶς ὑπομείνας, Κύριε δόξα σοι.




Τετάρτη 11 Απριλίου 2012

Συντρέχει λοιπόν, τὸ συνέδριον τῶν Ἰουδαίων...


Συντρέχει λοιπόν, τὸ συνέδριον τῶν Ἰουδαίων, ἵνα τὸν Δημιουργόν, καὶ Κτίστην τῶν ἁπάντων, Πιλάτῳ παραδώσῃ, ὢ τῶν ἀνόμων! ὢ τῶν ἀπίστων! ὅτι τὸν ἐρχόμενον, κρῖναι ζῶντας καὶ νεκρούς, εἰς κρίσιν εὐτρεπίζουσι, τὸν ἰώμενον τὰ πάθη, πρὸς πάθος ἑτοιμάζουσι. Κύριε μακρόθυμε, μέγα σου τὸ ἔλεος, δόξα σοι.
(Ἰδιόμελον τῶν Αἴνων τοῦ Ὄρθρου τῆς Μεγάλης Πέμπτης)


Ὅτε ἡ ἁμαρτωλός, προσέφερε τὸ μύρον...




Ὅτε ἡ ἁμαρτωλός, προσέφερε τὸ μύρον, τότε ὁ μαθητής, συνεφώνει τοῖς παρανόμοις· ἡ μὲν ἔχαιρε κενοῦσα τὸ πολύτιμον, ὁ δὲ ἔσπευδε πωλῆσαι τὸν ἀτίμητον, αὕτη τὸν Δεσπότην ἐπεγίνωσκεν, οὗτος τοῦ Δεσπότου ἐχωρίζετο, αὕτη ἠλευθεροῦτο, καὶ ὁ Ἰούδας δοῦλος ἐγεγόνει τοῦ ἐχθροῦ· δεινὸν ἡ ῥαθυμία! μεγάλη ἡ μετάνοια! ἥν μοι δώρησαι Σωτήρ, ὁ παθὼν ὑπὲρ ἡμῶν, καὶ σῶσον ἡμᾶς.
(Ἰδιόμελον τῶν Αἴνων τοῦ Ὄρθρου τῆς Μεγάλης Τετάρτης)




Δευτέρα 9 Απριλίου 2012

Ὅταν ἔλθῃς ἐν δόξῃ μετ' Ἀγγελικῶν Δυνάμεων...


Ὅταν ἔλθῃς ἐν δόξῃ μετ' Ἀγγελικῶν Δυνάμεων, καὶ καθίσῃς ἐν θρόνῳ Ἰησοῦ διακρίσεως, μή με Ποιμὴν ἀγαθὲ διαχωρίσῃς· ὁδοὺς δεξιὰς γὰρ οἶδας, διεστραμμέναι δέ εἰσιν αἱ εὐώνυμοι· μὴ οὖν ἐρίφοις με, τὸν τραχὺν τῇ ἁμαρτίᾳ συναπολέσῃς· ἀλλὰ τοῖς ἐκ δεξιῶν, συναριθμήσας προβάτοις, σῶσόν με ὡς φιλάνθρωπος.
(Ἰδιόμελον τῶν Ἀποστίχων τοῦ Ὄρθρου τῆς Μεγάλης Τρίτης)


Σάββατο 11 Ιουνίου 2011

Δεῦτε λαοί, τὴν τρισυπόστατον θεότητα προσκυνήσωμεν


Δεῦτε λαοί, τὴν τρισυπόστατον θεότητα προσκυνήσωμεν, Υἱὸν ἐν τῷ Πατρί, σὺν ἁγίῳ Πνεύματι, Πατὴρ γὰρ ἀχρόνως ἐγέννησεν Υἱόν, συναΐδιον καὶ σύνθρονον, καὶ Πνεῦμα ἅγιον ἦν ἐν τῷ Πατρί, σὺν Υἱῷ δοξαζόμενον, μία δύναμις, μία οὐσία, μία θεότης, ἣν προσκυνοῦντες πάντες λέγομεν, Ἅγιος ὁ Θεός, ὁ τὰ πάντα δημιουργήσας δι' Υἱοῦ, συνεργείᾳ τοῦ Ἁγίου Πνεύματος. Ἅγιος ἰσχυρός, δι' οὗ τὸν Πατέρα ἐγνώκαμεν, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον ἐπεδήμησεν ἐν κόσμῳ. Ἅγιος ἀθάνατος, τὸ Παράκλητον Πνεῦμα, τὸ ἐκ Πατρὸς ἐκπορευόμενον, καὶ ἐν Υἱῷ ἀναπαυόμενον, Τριὰς ἁγία, δόξα σοι.


Δευτέρα 18 Απριλίου 2011

Ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου, πῶς εἰσελεύσομαι ὁ ἀνάξιος;






Ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου, πῶς εἰσελεύσομαι ὁ ἀνάξιος; ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν νυμφῶνα, ὁ χιτών με ἐλέγχει, ὅτι οὐκ ἔστι τοῦ γάμου, καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν Ἀγγέλων, καθάρισον Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου, καὶ σῶσόν με ὡς φιλάνθρωπος. 

(Ἰδιόμελον τῶν Αἴνων τοῦ Ὄρθρου τῆς Μεγάλης Τρίτης).




Κυριακή 17 Απριλίου 2011

Ἐρχόμενος ὁ Κύριος πρὸς τὸ ἑκούσιον πάθος...


Ψάλλει ο Πρωτοψάλτης και Καθηγητής της Βυζαντινής Μουσικής Πέτρος Πάτρας.

Ἐρχόμενος ὁ Κύριος πρὸς τὸ ἑκούσιον πάθος, τοῖς Ἀποστόλοις ἔλεγεν ἐν τῇ ὁδῶ˙ Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ παραδοθήσεται ὁ Υἱὸς τοῦ Ἀνθρώπου, καθὼς γέγραπται περὶ αὐτοῦ. Δεῦτε οὖν καὶ ἠμεῖς, κεκαθαρμέναις διανοίαις, συμπορευθῶμεν αὐτῶ, καὶ συσταυρωθῶμεν, καὶ νεκρωθῶμεν δί΄αὐτὸν ταῖς τοῦ βίου ἠδοναῖς˙ ἵνα καὶ συζήσωμεν αὐτῶ καὶ ἀκούσωμεν βοῶντος αὐτοῦ. Οὐκέτι εἰς τὴν ἐπίγειον Ἱερουσαλήμ διὰ τὸ παθεῖν, ἀλλὰ ἀναβαίνω πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Καὶ συνανυψῶ ὑμᾶς εἰς τὴν ἄνω Ἱερουσαλήμ, ἐν τῇ βασιλείᾳ τῶν Οὐρανῶν.


Σάββατο 12 Φεβρουαρίου 2011

Μὴ προσευξώμεθα φαρισαϊκῶς...



Μὴ προσευξώμεθα φαρισαϊκῶς, ἀδελφοί· ὁ γὰρ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ταπεινωθῶμεν ἐναντίον τοῦ Θεοῦ, τελωνικῶς διὰ νηστείας κράζοντες· Ἱλάσθητι ἡμῖν ὁ Θεός,  τοῖς  ἁμαρτωλοῖς.
Φαρισαῖος κενοδοξίᾳ νικώμενος, καὶ Τελώνης τῇ  μετανοίᾳ κλινόμενος, προσῆλθόν σοι τῷ   μόνῳ Δεσπότῃ, ἀλλ' ὁ μὲν καυχησάμενος, ἐστερήθη τῶν ἀγαθῶν, ὁ δὲ μὴ φθεγξάμενος, ἠξιώθη τῶν δωρεῶν. Ἐν τούτοις  τοῖς  στεναγμοῖς, στήριξόν με Χριστὲ ὁ Θεὸς ὡς φιλάνθρωπος. 

Ιδιόμελα Εσπερινού Κυριακής Τελώνου και Φαρισαίου



Αρχείο

ΤΟ ΠΕΡΑ ΑΠΟ ΤΟ ΑΤΟΜΟ ΣΤΗ WORDPRESS

Αναζήτηση αυτού του ιστολογίου

Φόρμα επικοινωνίας

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *

ΙΩΑΝΝΟΥ ΦΡΟΥΔΑΡΑΚΗ, ΟΙ ΨΑΛΜΟΙ ΤΟΥ ΔΑΒΙΔ

ΙΩΑΝΝΟΥ ΦΡΟΥΔΑΡΑΚΗ, ΟΙ ΨΑΛΜΟΙ ΤΟΥ ΔΑΒΙΔ
ΕΜΜΕΤΡΗ ΑΠΟΔΟΣΗ ΜΕ ΠΑΤΕΡΙΚΑ ΣΧΟΛΙΑ

Ν. Γ. ΠΕΝΤΖΙΚΗΣ, ΜΗΤΕΡΑ ΘΕΣΣΑΛΟΝΙΚΗ

Ἡ ὀμορφιὰ τοῦ πραγματικοῦ, μονάχα σὲ ὅσους τὸ ὑπομένουν ἀποκαλύπτεται. Ὀμορφιὰ δὲν εἶναι ὁ ἔρωτας τοῦ προικισμένου προσώπου· εἶναι ἡ ἐγκαρτέρηση δίπλα, κοντὰ σ' αὐτὸ ποὺ δὲν εἶσαι.

Ν. Γ. Πεντζίκης, Μητέρα Θεσσαλονίκη, ζ' έκδοση, εκδόσεις Κέδρος, Αθήνα 2008, σελ. 131.



ΣΥΝ-ΙΣΤΟΛΟΓΕΙΝ

ΑΓΙΟΣ ΓΕΩΡΓΙΟΣ

ΑΓΙΟΣ ΓΕΩΡΓΙΟΣ
Ένα ιστολόγιο αφιερωμένο στους 57 αη-Γιώργηδες της Ορθόδοξης Εκκλησίας

Ἅγιος Κοσμᾶς ὁ Αἰτωλός, Ψυχὴ καὶ Χριστὸς σᾶς χρειάζεται...

Τοῦτο σᾶς λέγω πάλιν καὶ σᾶς παραγγέλλω: κἂν ὁ οὐρανὸς νὰ κατέβη κάτω κἂν ἡ γῆ νὰ ἀνέβη ἀπάνω κἂν ὅλος ὁ κόσμος νὰ χαλάση καθὼς μέλλει νὰ χαλάση σήμερον αὔριον, νὰ μὴ σᾶς μέλη τί ἔχει νὰ κάμη ὁ Θεός. Τὸ κορμὶ ἂς σᾶς τὸ καύσουν, ἂς σᾶς τὸ τηγανίσουν, τὰ πράγματά σας ἂς σᾶς τὰ πάρουν, μὴ σᾶς μέλη, δῶστε τα, δὲν εἶναι ἐδικά σας. Ψυχὴ καὶ Χριστὸς σᾶς χρειάζεται. Ἐτοῦτα τὰ δύο ὅλος ὁ κόσμος νὰ πέση, δὲν ἠμπορεῖ νὰ σᾶς τὰ πάρη, ἔξω ἂν τύχη καὶ τὰ δώσετε μὲ τὸ θέλημά σας. Αὐτὰ τὰ δύο νὰ τὰ φυλάγετε νὰ μὴν τύχη καὶ τὰ χάσετε.

Ἅγιος Κοσμᾶς ὁ Αἰτωλός, Διδαχὴ Γ' (ἀπὸ τὸ βιβλίο τοῦ Ἰωάννη Β. Μενούνου, Κοσμᾶ τοῦ Αἰτωλοῦ Διδαχὲς καὶ Βιογραφία, ἐκδόσεις Ἀκρίτας, ζ' ἔκδοση, Ἀθήνα 2004, σελ.154)

Επισκέπτες από 17/9/2009

Free counters!

Κ. ΤΣΑΤΣΟΣ, ΠΕΡΙ "ΕΙΔΙΚΩΝ"

Τοῦτο εἶναι τὸ δρᾶμα τῆς ἐποχῆς μας: ὅτι ἡ πρόοδος της δὲν βρίσκεται στὰ χέρια τῶν πνευματικῶν ἀνθρώπων, ἀλλὰ τῶν εἰδικῶν, ποὺ δὲν μπορεῖ νὰ εἶναι πνευματικοὶ ἄνθρωποι.

Κωνσταντίνος Τσάτσος, Ἀφορισμοὶ καὶ διαλογισμοί, τέταρτη σειρά, εκδ. Βιβλ. τῆς Ἑστίας, Ἀθήνα 1972, σελ. 92.

台灣基督東正教會 The Orthodox Church in Taiwan

ΑΓΙΟΡΕΙΤΙΚΕΣ ΜΝΗΜΕΣ

ΑΓΙΟΡΕΙΤΙΚΗ ΒΙΒΛΙΟΘΗΚΗ

Αθωνική Ψηφιακή Κιβωτός

Μετεωρίτικη Βιβλιοθήκη

ΘΕΟΛΟΓΟΙ ΚΡΗΤΗΣ

ΕΛΛΟΠΟΣ

Αξίζει να διαβάσετε

ORTHODOXIA INFO

ΕΚΚΛΗΣΙΑΣΤΙΚΗ ΤΗΛΕΟΡΑΣΗ 4Ε LIVE

ΕΤΑΙΡΕΙΑ ΠΑΠΑΔΙΑΜΑΝΤΙΚΩΝ ΣΠΟΥΔΩΝ

ΘΕΣΕΙΣ, ΑΝΤΙΘΕΣΕΙΣ ΚΑΙ ΣΥΝΘΕΣΕΙΣ

ΘΕΣΕΙΣ, ΑΝΤΙΘΕΣΕΙΣ ΚΑΙ ΣΥΝΘΕΣΕΙΣ
ΣΚΕΨΕΙΣ ΜΕ ΑΦΟΡΜΗ ΤΟ ΝΕΟ ΒΙΒΛΙΟ ΤΟΥ Θ. Ι. ΡΗΓΙΝΙΩΤΗ «ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΤΟΝ ΣΚΕΠΤΟΜΕΝΟ ΑΘΕΟ»

9 ΝΟΕΜΒΡΙΟΥ: ΔΙΕΘΝΗΣ ΗΜΕΡΑ ΚΑΤΑ ΤΟΥ ΦΑΣΙΣΜΟΥ ΚΑΙ ΤΟΥ ΑΝΤΙΣΗΜΙΤΙΣΜΟΥ

ΣΤΗΡΙΖΟΥΜΕ ΤΑ ΕΛΛΗΝΙΚΑ ΠΡΟΪΟΝΤΑ

ΣΤΗΡΙΖΟΥΜΕ ΤΑ ΕΛΛΗΝΙΚΑ ΠΡΟΪΟΝΤΑ

ΔΕΝ ΞΕΧΝΩ

Θεολογία και παροντισμός

ΠΕΡΙ ΘΕΟΛΟΓΙΑΣ ΟΦΕΙΛΟΜΕΝΗ ΑΠΑΝΤΗΣΗ

Περί θεολογίας

Περί ιδιωτικής θεολογίας

ΠΕΡΙ ΘΕΟΛΟΓΙΚΗΣ ΓΝΩΜΗΣ

"Καλά τι τις θέλουν τόσες πέτρες;"

Το αντίδοτο στο φόβο

Οδός Ιωάννη Ρωμανίδη