εἰκόνα: saint.gr
Ὁ
λόγος
σου τῷ βίῳ κοσμούμενος, θεολογίας
ἀκριβοῦς, κανὼν ἐδείχθης
θεσπέσιε, τῆς
πανυμνήτου Τριάδος, τὴν δόξαν
σαφηνίζων τρανότατα.
Τὴν πρᾶξιν θεωρίας
ἐπίβασιν, ἐπιδειξάμενος σοφέ, καὶ
θεωρίᾳ χρησάμενος, τῆς πολιτείας
σφραγίδι, Ἀνδρέα θεηγόρε διέπρεψας.
Ὡς θεῖος Ἱεράρχης πανόλβιε, ποιμαντικῶς προπολεμῶν, τῆς Ἐκκλησίας
ἀπήλασας, τὰς τῶν λεόντων
ἐφόδους, Ἀνδρέα τῆς ἀνδρίας φερώνυμε.
(ᾨδὴ
δ' τοῦ Κανόνος τοῦ Ὄρθρου τῆς 4ῆς Ἰουλίου-πηγή: Ἀναλόγιον)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου