ΣΗΜΑΝΤΙΚΑ ΚΕΙΜΕΝΑ-ΠΕΡΙΕΧΟΜΕΝΑ ΙΣΤΟΛΟΓΙΟΥ

Τρίτη 19 Απριλίου 2022

"Σὲ Τὸν Τῆς Παρθένου Υἱόν", "Τὸ Πολυτίμητον Μύρον", "Ὅτε Ἡ Ἁμαρτωλός", "Ὢ Τῆς Ἰούδα Ἀθλιότητος!": Ψάλλει Χορός Βατοπαιδινών Πατέρων



"Σὲ Τὸν Τῆς Παρθένου Υἱόν", "Τὸ Πολυτίμητον Μύρον", "Ὅτε Ἡ Ἁμαρτωλός", "Ὢ Τῆς Ἰούδα Ἀθλιότητος!"

Στιχηρά Ἰδιόμελα των Αἴνων της Μεγάλης Τετάρτης, ήχος α' Ψάλλει Χορός Βατοπαιδινών Πατέρων

CD: "Μεγάλη Τετάρτη" (Ι. Μ. Μ. ΒΑΤΟΠΑΙΔΙΟΥ / ΠΑΝΕΠΙΣΤΗΜΙΑΚΕΣ ΕΚΔΟΣΕΙΣ ΚΡΗΤΗΣ) Σὲ τὸν τῆς Παρθένου Υἱόν, Πόρνη ἐπιγνοῦσα Θεὸν ἔλεγεν, ἐν κλαυθμῷ δυσωποῦσα, ὡς δακρύων ἄξια πράξασα. Διάλυσον τὸ χρέος, ὡς κᾀγὼ τοὺς πλοκάμους, ἀγάπησον φιλοῦσαν, τὴν δικαίως μισουμένην, καὶ πλησίον τελωνῶν σε κηρύξω, Εὐεργέτα φιλάνθρωπε. Τὸ πολυτίμητον μύρον, ἡ Πόρνη ἔμιξε μετὰ δακρύων, καὶ ἐξέχεεν εἰς τοὺς ἀχράντους πόδας σου, καταφιλοῦσα· ἐκείνην εὐθὺς ἐδικαίωσας, ἡμῖν δὲ συγχώρησιν δώρησαι· ὁ παθῶν ὑπὲρ ἡμῶν, καὶ σῶσον ἡμᾶς.
Ὅτε ἡ ἁμαρτωλός, προσέφερε τὸ μύρον, τότε ὁ μαθητής, συνεφώνει τοῖς παρανόμοις· ἡ μὲν ἔχαιρε κενοῦσα τὸ πολύτιμον, ὁ δὲ ἔσπευδε πωλῆσαι τὸν ἀτίμητον, αὕτη τὸν Δεσπότην ἐπεγίνωσκεν, οὗτος τοῦ Δεσπότου ἐχωρίζετο, αὕτη ἠλευθεροῦτο, καὶ ὁ Ἰούδας δοῦλος ἐγεγόνει τοῦ ἐχθροῦ, δεινὸν ἡ ῥαθυμία! μεγάλη ἡ μετάνοια! ἥν μοι δώρησαι Σωτήρ, ὁ παθὼν ὑπὲρ ἡμῶν, καὶ σῶσον ἡμᾶς. Ὢ τῆς Ἰούδα ἀθλιότητος! ἐθεώρει τὴν Πόρνην φιλοῦσαν τὰ ἴχνη, καὶ ἐσκέπτετο δόλῳ, τῆς προδοσίας τὸ φίλημα· ἐκείνη τοὺς πλοκάμους διέλυσε, καὶ οὗτος τῷ θυμῷ ἐδεσμεῖτο, φέρων ἀντὶ μύρου, τὴν δυσώδη κακίαν· φθόνος γὰρ οὐκ οἶδε, προτιμᾶν τὸ συμφέρον. Ὢ τῆς Ἰούδα ἀθλιότητος! ἀφ' ἧς ῥῦσαι ὁ Θεὸς τὰς ψυχὰς ἡμῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου