Δεῦτε πιστοί, ἐπεργασώμεθα προθύμως τῷ Δεσπότῃ...: Ψάλλει ο Αρχιμανδρίτης Ρωμανός Αναστασιάδης
Ιδιόμελο Αποστίχων του Όρθρου της Αγίας και Μεγάλης Τρίτης
Ιδιόμελο Αποστίχων του Όρθρου της Αγίας και Μεγάλης Τρίτης
Δεῦτε πιστοί, ἐπεργασώμεθα προθύμως τῷ Δεσπότῃ· νέμει γὰρ τοῖς δούλοις τὸν πλοῦτον, καὶ ἀναλόγως ἕκαστος, πολυπλασιάσωμεν, τὸ τῆς χάριτος τάλαντον. Ὁ μέν σοφίαν κομιείτω, δι' ἔργων ἀγαθῶν. Ὁ δὲ λειτουργίαν λαμπρότητος ἐπιτελείτω, κοινωνείτω δὲ τοῦ λόγου, πιστος τῷ ἀμυήτῳ, καὶ σκορπιζέτω τὸν πλοῦτον, πένησιν ἄλλος· οὕτω γὰρ τὸ δάνειον πολυπλασιάσομεν, καὶ ὡς οἰκονόμοι πιστοὶ τῆς χάριτος, δεσποτικῆς χαρᾶς ἀξιωθῶμεν, αὐτῆς ἡμᾶς καταξίωσον, Χριστε ὁ Θεός, ὡς φιλάνθρωπος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου