ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Τροπάριον τοῦ Νυμφίου
Ἦχος πλ. δ'
(ἐκ τρίτου)
Ἰδοὺ ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός, καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα, ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥαθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μὴ τῷ ὕπνῳ κατενεχθής, ἵνα μῄ τῷ θανάτῳ παραδοθῇς, καὶ τῆς βασιλείας ἔξω κλεισθῇς, ἀλλὰ ἀνάνηψον κράζουσα· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα, Τριῳδίου
Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Τὸν Νυμφίον ἀδελφοὶ ἀγαπήσωμεν, τὰς λαμπάδας ἑαυτῶν εὐτρεπίσωμεν, ἐν ἀρεταῖς ἐκλάμποντες καὶ πίστει ὀρθῇ, ἵνα ὡς αἱ φρόνιμοι, τοῦ Κυρίου παρθένοι, ἕτοιμοι εἰσέλθωμεν, σὺν αὐτῷ εἰς τοὺς γάμους· ὁ γὰρ Νυμφίος δῶρον ὡς Θεός, πᾶσι παρέχει τὸν ἄφθαρτον στέφανον.
Δόξα... Καὶ νῦν ... Πάλιν τὸ αὐτὸ
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα, Τριῳδίου
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ
Βουλευτήριον Σωτήρ, παρανομίας κατὰ σοῦ, Ἱερεῖς καὶ Γραμματεῖς, φθόνῳ ἀθροίσαντες δεινῶς, εἰς προδοσίαν ἐκίνησαν τὸν Ἰούδαν· ὅθεν ἀναιδῶς, ἐξεπορεύετο, ἐλάλει κατὰ σοῦ, τοῖς παρανόμοις λαοῖς. Τί μοι φησὶ παρέχετε, κᾀγὼ ὑμῖν αὐτὸν παραδώσω εἰς χεῖρας ὑμῶν; Τῆς κατακρίσεως τούτου ῥῦσαι, Κύριε τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν ... Πάλιν τὸ αὐτὸ
Μετὰ τὴν γ' Στιχολογίαν, Κάθισμα, Τριῳδίου
Ἦχος πλ. δ'
Τὴν Σοφίαν, καὶ Λόγον
Ὁ Ἰούδας τῇ γνώμῃ φιλαργυρεῖ, κατὰ τοῦ Διδασκάλου ὁ δυσμενής, κινεῖται βουλεύεται, μελετᾷ τὴν παράδοσιν, τοῦ φωτὸς ἐκπίπτει, τὸ σκότος δεχόμενος, συμφωνεῖ τὴν πρᾶσιν, πωλεῖ τὸν ἀτίμητον· ὅθεν καὶ ἀγχόνην, ἀμοιβὴν ὧν περ ἔδρα, εὑρίσκει ὁ ἄθλιος, καὶ ἐπώδυνον θάνατον. Τῆς αὐτοῦ ἡμᾶς λύτρωσαι, μερίδος Χριστὲ ὁ Θεός, τῶν πταισμάτων ἄφεσιν δωρούμενος, τοῖς ἑορτάζουσι πόθω, τὸ ἄχραντον Πάθος σου.
Δόξα... Καὶ νῦν ... Πάλιν τὸ αὐτὸ
Κοντάκιον
Ἦχος β'
Τὰ ἄνω ζητῶν
Τὴν ὥραν ψυχή, τοῦ τέλους ἐννοήσασα, καὶ τὴν ἐκκοπήν, τῆς συκῆς δειλιάσασα, τὸ δοθέν σοι τάλαντον, φιλοπόνως ἔργασαι ταλαίπωρε, γρηγοροῦσα καὶ κράζουσα· Μὴ μείνωμεν ἔξω τοῦ νυμφῶνος Χριστοῦ.
Ὁ Οἶκος
Τὶ ῥαθυμεῖς ἀθλία ψυχή μου; τί φαντάζῃ ἀκαίρως μερίμνας ἀφελεῖς; τί ἀσχολεῖς πρὸς τὰ ῥέοντα; ἐσχάτη ὥρα ἐστὶν ἀπ΄ ἄρτι, καὶ χωρίζεσθαι μέλλομεν τῶν ἐνταῦθα, ἕως καιρὸν κεκτημένη, ἀνάνηψον κράζουσα· Ἡμάρτηκά σοι Σωτήρ μου, μὴ ἐκκόψῃς με, ὥσπερ τὴν ἄκαρπον συκῆν, ἀλλ' ὡς εὔσπλαγχνος Χριστέ, κατοικτείρησον, φόβῳ κραυγάζουσαν· Μὴ μείνωμεν ἔξω τοῦ νυμφῶνος Χριστοῦ.
ΣΥΝΑΞΑΡΙΟΝ
Τῇ ἁγίᾳ καὶ μεγάλῃ Τρίτῃ, τῆς τῶν δέκα Παρθένων παραβολῆς, τῆς ἐκ τοῦ ἱεροῦ Εὐαγγελίου, μνείαν ποιούμεθα.
Στίχοι εἰς τὸν Πάγκαλον Ἰωσὴφ
Τρίτη μεγίστη Παρθένους δέκα φέρει,
Νίκην φερούσας ἀδεκάστου Δεσπότου.
Ἀλλ' ὦ Νυμφίε Χριστέ, μετὰ τῶν φρονίμων ἡμᾶς συναρίθμησον Παρθένων, καὶ τῇ ἐκλεκτῇ σου σύνταξον ποίμνῃ, καὶ ἐλέησον ἡμᾶς. Ἀμήν.
Ποίημα Κοσμᾶ Μοναχοῦ
Κανών α', ᾨδὴ η', Τριῳδίου
Ἦχος β'
Ὁ Εἱρμὸς
«Τῷ δόγματι, τῷ τυραννικῷ, οἱ ὅσιοι τρεῖς Παῖδες μὴ πεισθέντες, ἐν τῇ καμίνῳ βληθέντες, Θεὸν ὡμολόγουν ψάλλοντες· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον».
Ῥαθυμίαν, ἄπωθεν ἡμῶν, βαλλώμεθα, καὶ φαιδραῖς ταῖς λαμπάσι, τῷ ἀθανάτῳ Νυμφίῳ Χριστῷ, ὕμνοις συναντήσωμεν· Εὐλογεῖτε βοῶντες, τὰ ἔργα τὸν Κύριον.
Ἱκανούσθω, τὸ κοινωνικόν, ψυχῆς ἡμῶν ἔλαιον ἐν ἀγγείοις, ὅπως ἐπάθλων μὴ θέντες καιρὸν ἐμπορίας, ψάλλωμεν· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.
Τὸ τάλαντον, ὅσοι πρὸς Θεοῦ, ἐδέξασθε ἰσοδύναμον χάριν, ἐπικουρίᾳ τοῦ δόντος Χριστοῦ, αὐξήσατε ψάλλοντες· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον
Καταβασία
«Τῷ δόγματι, τῷ τυραννικῷ, οἱ ὅσιοι τρεῖς Παῖδες μὴ πεισθέντες, ἐν τῇ καμίνῳ βληθέντες, Θεὸν ὡμολόγουν ψάλλοντες· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον».
Κανών α', ᾨδὴ θ', Τριῳδίου
Ἦχος β'
Ὁ Εἱρμὸς
«Ἡ τὸν ἀχώρητον Θεόν, ἐν γαστρὶ χωρήσασα, καὶ χαρὰν τῷ Κόσμῳ κυήσασα, σὲ ὑμνοῦμεν, Παναγία Παρθένε».
Τοῖς Μαθηταῖς ὁ ἀγαθός, γρηγορεῖτε ἔφησας· ᾗ γὰρ ὥρα ἥξει ὁ Κύριος, ἀγνοεῖτε, ἀποδοῦναι ἑκάστῳ.
Ἐν τῇ δευτέρᾳ σου φρικτῇ, παρουσίᾳ Δέσποτα, δεξιοῖς προβάτοις με σύνταξον, τῶν πταισμάτων, παριδών μου τὰ πλήθη.
Καταβασία
«Ἡ τὸν ἀχώρητον Θεόν, ἐν γαστρὶ χωρήσασα, καὶ χαρὰν τῷ Κόσμῳ κυήσασα, σὲ ὑμνοῦμεν, Παναγία Παρθένε».
Ἐξαποστειλάριον
Ψαλλόμενον ἀργῶς καὶ μετὰ μέλους
Ἦχος γ'
Αὐτόμελον, (Ἐκ γ')
Τὸν νυμφῶνά σου βλέπω, Σωτήρ μου κεκοσμημένον, καὶ ἔνδυμα οὐκ ἔχω, ἵνα εἰσέλθω ἐν αὐτῷ, λάμπρυνόν μου τὴν στολὴν τῆς ψυχῆς, Φωτοδότα, καὶ σῶσόν με.
Εἰς τοὺς Αἴνους
Στιχηρὰ Ἰδιόμελα
Ἦχος α'
Ἰδιόμελον
Ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου, πῶς εἰσελεύσομαι ὁ ἀνάξιος; ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν νυμφῶνα, ὁ χιτών με ἐλέγχει, ὅτι οὐκ ἔστι τοῦ γάμου, καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν Ἀγγέλων, καθάρισον Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου, καὶ σῶσόν με ὡς φιλάνθρωπος.
Ἦχος α'
Ἰδιόμελον
Ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου, πῶς εἰσελεύσομαι ὁ ἀνάξιος; ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν νυμφῶνα, ὁ χιτών με ἐλέγχει, ὅτι οὐκ ἔστι τοῦ γάμου, καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν Ἀγγέλων, καθάρισον Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου, καὶ σῶσόν με ὡς φιλάνθρωπος.
Ἦχος β'
Ἰδιόμελον
Ὁ τῇ ψυχῆς ῥαθυμίᾳ νυστάξας, οὐ κέκτημαι Νυμφίε Χριστέ, καιομένην λαμπάδα τὴν ἐξ ἀρετῶν, καὶ νεάνισιν ὡμοιώθην μωραῖς, ἐν καιρῷ τῆς ἐργασίας ῥεμβόμενος, τὰ σπλάγχνα τῶν οἰκτιρμῶν σου, μὴ κλείσῃς μοι Δέσποτα, ἀλλ' ἐκτινάξας μου τὸν ζοφερὸν ὕπνον ἐξανάστησον, καὶ ταῖς φρονίμοις συνεισάγαγε Παρθένοις, εἰς νυμφῶνα τὸν σόν, ὅπου ἦχος καθαρὸς ἑορταζόντων, καὶ βοώντων ἀπαύστως· Κύριε δόξα σοι.
Ἦχος β'
Ἰδιόμελον
Ὁ τῇ ψυχῆς ῥαθυμίᾳ νυστάξας, οὐ κέκτημαι Νυμφίε Χριστέ, καιομένην λαμπάδα τὴν ἐξ ἀρετῶν, καὶ νεάνισιν ὡμοιώθην μωραῖς, ἐν καιρῷ τῆς ἐργασίας ῥεμβόμενος, τὰ σπλάγχνα τῶν οἰκτιρμῶν σου, μὴ κλείσῃς μοι Δέσποτα, ἀλλ' ἐκτινάξας μου τὸν ζοφερὸν ὕπνον ἐξανάστησον, καὶ ταῖς φρονίμοις συνεισάγαγε Παρθένοις, εἰς νυμφῶνα τὸν σόν, ὅπου ἦχος καθαρὸς ἑορταζόντων, καὶ βοώντων ἀπαύστως· Κύριε δόξα σοι.
Δόξα... Καὶ νῦν...
Ἦχος δ'
Τοῦ κρύψαντος τὸ τάλαντον, τὴν κατάκρισιν, ἀκούσασα ψυχή, μὴ κρύπτε λόγον Θεοῦ, κατάγγελλε τὰ θαυμάσια αὐτοῦ, ἵνα πλεονάζουσα τὸ χάρισμα, εἰσέλθῃς, εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.
Ἀπόστιχα Τριῳδίου
Ἦχος πλ. β'
Ἰδιόμελον
Δεῦτε πιστοί, ἐπεργασώμεθα προθύμως τῷ Δεσπότῃ· νέμει γὰρ τοῖς δούλοις τὸν πλοῦτον, καὶ ἀναλόγως ἕκαστος, πολυπλασιάσωμεν, τὸ τῆς χάριτος τάλαντον. Ὁ μέν σοφίαν κομιείτω, δι' ἔργων ἀγαθῶν. Ὁ δὲ λειτουργίαν λαμπρότητος ἐπιτελείτω, κοινωνείτω δὲ τοῦ λόγου, πιστος τῷ ἀμυήτῳ, καὶ σκορπιζέτω τὸν πλοῦτον, πένησιν ἄλλος· οὕτω γὰρ τὸ δάνειον πολυπλασιάσομεν, καὶ ὡς οἰκονόμοι πιστοὶ τῆς χάριτος, δεσποτικῆς χαρᾶς ἀξιωθῶμεν, αὐτῆς ἡμᾶς καταξίωσον, Χριστε ὁ Θεός, ὡς φιλάνθρωπος.
Ἦχος πλ. β'
Ὅταν ἔλθῃς ἐν δόξῃ μετ' Ἀγγελικῶν Δυνάμεων, καὶ καθίσῃς ἐν θρόνῳ Ἰησοῦ διακρίσεως, μή με Ποιμὴν ἀγαθὲ διαχωρίσῃς· ὁδοὺς δεξιὰς γὰρ οἶδας, διεστραμμέναι δέ εἰσιν αἱ εὐώνυμοι· μὴ οὖν ἐρίφοις με, τὸν τραχὺν τῇ ἁμαρτίᾳ συναπολέσῃς· ἀλλὰ τοῖς ἐκ δεξιῶν, συναριθμήσας προβάτοις, σῶσόν με ὡς φιλάνθρωπος.
Ἦχος πλ. β'
Ὁ Νυμφίος ὁ κάλλει ὡραῖος, παρὰ πάντας ἀνθρώπους, ὁ συγκαλέσας ἡμᾶς, πρὸς ἑστίασιν πνευματικὴν τοῦ νυμφῶνός σου, τὴν δυσείμονά μου μορφήν, τῶν πταισμάτων ἀπαμφίασον, τῇ μεθέξει τῶν παθημάτων σου, καὶ στολὴν δόξης κοσμήσας, τῆς σῆς ὡραιότητος, δαιτυμόνα φαιδρὸν ἀνάδειξον, τῆς Βασιλείας σου ὡς εὔσπλαγχνος.
Δόξα... Καὶ νῦν...
Ἦχος πλ. β'
Ἰδού σοι τὸ τάλαντον, ὁ Δεσπότης ἐμπιστεύει ψυχή μου, φόβῳ δέξαι τὸ χάρισμα, δάνεισαι τῷ δεδωκότι, διάδος πτωχοῖς, καὶ κτῆσαι φίλον τὸν Κύριον, ἵνα στῇς ἐκ δεξιῶν αὐτοῦ, ὅταν ἔλθῃ ἐν δόξῃ, καὶ ἀκούσῃς μακαρίας φωνῆς. Εἴσελθε δοῦλε, εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. Αὐτῆς ἀξίωσόν με, Σωτὴρ τὸν πλανηθέντα, διὰ τὸ μέγα σου ἔλεος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου