ΣΗΜΑΝΤΙΚΑ ΚΕΙΜΕΝΑ-ΠΕΡΙΕΧΟΜΕΝΑ ΙΣΤΟΛΟΓΙΟΥ

▼

Δευτέρα 6 Μαΐου 2013

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Μεγαλομάρτυρος Γεωργίου τοῦ Τροπαιοφόρου


 Ἐχθροὺς ὁ τέμνων Γεώργιος ἐν μάχαις,
    Ἑκὼν παρ' ἐχθρῶν τέμνεται διὰ ξίφους.
   Ἦρε Γεωργίου τρίτῃ εἰκάδι αὐχένα χαλκός.

Αἰνέσεως ὅπως τὴν δόξαν τὴν σὴν ὑμνήσω, πλήρωσον τὸ στόμα μου χαριτώσας, καὶ τὸν νοῦν Γεώργιε· καὶ γὰρ ἀγαλλιάσεται, ὅταν σοι ψάλλῃ τὸ πνεῦμά μου. 

(ᾨδὴ ε' κανόνος ἑορτῆς τοῦ Ἁγίου Γεωργίου)


Δεῦρο Μελουργέ, προφητόπρωτε φράσον, ὁ δίκαιος ἐκεῖνος, ὁ ἐξανθήσας ὡς φοίνιξ, τὶς καὶ ποῖος ἐστίν; ὁ μεγάλαυχος ὑπάρχει Γεώργιος, γλυκύκαρπον ὄντως, φυτόν καρδιοτρόφον.

(ᾨδὴ η' κανόνος ἑορτῆς τοῦ Ἁγίου Γεωργίου)

Δεῦτε, τὴν πανέορτον φαιδράν, ἔνδοξον Ἀνάστασιν πάντες, πανηγυρίσαντες, πάλιν ἑορτάσωμεν, φαιδρὰν πανήγυριν, Γεωργίου τοῦ Μάρτυρος, καὶ στέψωμεν τοῦτον, ἐαρινοὶς ἄνθεσιν, ὄντα ἀήττητον, ὅπως ταῖς αὐτοῦ ἱκεσίαις, λάβωμεν τῶν θλίψεων ἅμα, καὶ πλημμελημάτων ἀπολύτρωσιν. 

 (Ἰδιόμελον τῶν Αἴνων)

Μάρτυς, ἀθλοφόρε τοῦ Χριστοῦ, τοὺς ἐν διαφόροις ἀνάγκαις, σῷζε πρεσβείαις σου, πάσης περιστάσεως, ἀπολυτρούμενος, καὶ διώκων ψυχόλεθρον, δεινὴν ἀθυμίαν, χάριν δὲ καὶ ἔλεος, ἡμῖν αἰτούμενος, ὅπως, ταῖς λιταῖς σου σωθέντες, χαίροντες γεραίρωμεν πάντες, τοὺς σεπτοὺς ἀγῶνάς σου Γεώργιε. 

(Ἰδιόμελον τῶν Αἴνων)
 
Δείτε και:

 


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου