ΣΗΜΑΝΤΙΚΑ ΚΕΙΜΕΝΑ-ΠΕΡΙΕΧΟΜΕΝΑ ΙΣΤΟΛΟΓΙΟΥ

Πέμπτη 2 Μαΐου 2013

Προσκυνοῦμέν σου τὰ Πάθη Χριστέ. Δεῖξον ἡμῖν, καὶ τὴν ἔνδοξόν σου Ἀνάστασιν.

Η Σταύρωσις, Μονή Μεγάλου Μετεώρου (1483)


Σήμερον κρεμᾶται ἐπὶ ξύλου, ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας.

Στέφανον ἐξ ἀκανθῶν περιτίθεται, ὁ τῶν Ἀγγέλων Βασιλεύς.

Ψευδῆ πορφύραν περιβάλλεται, ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις.

Ῥάπισμα κατεδέξατο, ὁ ἐν Ἰορδάνῃ ἐλευθερώσας τὸν Ἀδάμ.

Ἥλοις προσηλώθη, ὁ Νυμφίος τῆς Ἐκκλησίας.

Λόγχῃ ἐκεντήθη, ὁ Υἱὸς τῆς Παρθένου.

Προσκυνοῦμέν σου τὰ Πάθη Χριστέ. 

Δεῖξον ἡμῖν, καὶ τὴν ἔνδοξόν σου Ἀνάστασιν.



(Ἀντίφωνον ΙΕ' τοῦ Ὄρθρου τῆς Μεγάλης Παρασκευῆς)

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου