Στρατείαν κατέλιπες τὴν κοσμικήν, ἀθλητά, οὐράνιον
εἴληφας τὴν κληρουχίαν, σόφε, καὶ στέφος ἀμάραντον, δόξαν ἀποδιώξας
βασιλέως γηΐνου, ἄθλους δὲ διανύσας μαρτυρίου γενναίου. Διό,
μεγαλομάρτυς Μηνᾶ, πρέσβευε σωθῆναι ἡμᾶς.
εικόνα από εδώ |
ΚΛΙΚ:
Ἐκ μέρους γὰρ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται. Ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε δὲ γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου. Βλέπομεν γὰρ ἄρτι δι' ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. Νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη (Πρός Κορινθίους A' 13,9-13).
εικόνα από εδώ |
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου