Ἐρχόμενος ὁ Κύριος πρὸς τὸ ἑκούσιον πάθος, τοῖς Ἀποστόλοις ἔλεγεν ἐν τῇ ὁδῶ˙ Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ παραδοθήσεται ὁ Υἱὸς τοῦ Ἀνθρώπου, καθὼς γέγραπται περὶ αὐτοῦ. Δεῦτε οὖν καὶ ἠμεῖς, κεκαθαρμέναις διανοίαις, συμπορευθῶμεν αὐτῶ, καὶ συσταυρωθῶμεν, καὶ νεκρωθῶμεν δί΄αὐτὸν ταῖς τοῦ βίου ἠδοναῖς˙ ἵνα καὶ συζήσωμεν αὐτῶ καὶ ἀκούσωμεν βοῶντος αὐτοῦ. Οὐκέτι εἰς τὴν ἐπίγειον Ἱερουσαλήμ διὰ τὸ παθεῖν, ἀλλὰ ἀναβαίνω πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Καὶ συνανυψῶ ὑμᾶς εἰς τὴν ἄνω Ἱερουσαλήμ, ἐν τῇ βασιλείᾳ τῶν Οὐρανῶν.
http://www.youtube.com/watch?v=2alv50iAdjI&feature=related
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου