Εικόνα από εδώ |
Ῥήτορας πολυφθόγγους, ὡς ἰχθύας ἀφώνους, ὁρῶμεν ἐπὶ σοὶ Θεοτόκε·
ἀποροῦσι γὰρ λέγειν τό, πῶς καὶ Παρθένος μένεις, καὶ τεκεῖν ἴσχυσας·
ἡμεῖς δὲ τὸ μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν·
Χαῖρε, σοφίας Θεοῦ δοχεῖον· χαῖρε, προνοίας αὐτοῦ ταμεῖον.
Χαῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα· χαῖρε, τεχνολόγους ἀλόγους
ἐλέγχουσα.
Χαῖρε, ὅτι ἐμωράνθησαν οἱ δεινοὶ συζητηταί· χαῖρε, ὅτι ἐμαράνθησαν
οἱ τῶν μύθων ποιηταί.
(γ' στάσις Χαιρετισμών)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου