ΣΥΜΕΩΝ ΤΟΥ ΝΕΟΥ ΘΕΟΛΟΓΟΥ: Λόγος ΙΕ΄

ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΜΕΓΑΛΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΥΜΕΩΝ ΤΟΥ ΝΕΟΥ ΘΕΟΛΟΓΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΚΑΙ ΗΓΟΥΜΕΝΟΥ ΜΟΝΗΣ ΤΟΥ ΑΓΙΟΥ ΜΑΜΑΝΤΟΣ ΤΗΣ ΞΗΡΟΚΕΡΚΟΥ 

Λόγος ΙΕ΄ 
Περί ἐμπαθοῦς καί ἀπίστου καί πονηρᾶς διαθέσεως. Καί τίς ἡ ἕνωσις τοῦ Θεοῦ πρός τούς υἱούς τοῦ φωτός καί τίνα τρόπον ἐν αὐτοῖς αὕτη γίνεται. Καί πρός τό τέλος, καταδρομή τῶν ἀναξίως κατατολμώντων τῆς ἀρχιερωσύνης. 

Ἀδελφοί καί πατέρες, ἀεί μέν ἀλλήλοις ἀντίκεινται τῷ φωτί τό σκότος, τῇ πίστει ἡ ἀπιστία, ἡ ἀγνωσία τῇ γνώσει καί τῇ ἀγάπῃ τό μῖσος. Εἰπόντος γάρ ἐξ ἀρχῆς τοῦ Θεοῦ· “Γενηθήτω φῶς” καί γεγονότος, εὐθύς τό σκότος ἠφάντωτο· τῇ δέ τοῦ φωτός ὑποστολῇ νύξ καί αὖθις ἐγένετο. Ὁ δέ Ἀδάμ τῇ πίστει τῇ εἰς Θεόν φρουρούμενος ἐν τῇ ἀθανάτῳ ὑπῆρχε δόξῃ καί ἐν τῷ παραδείσῳ ἦν, ὑπό δέ τοῦ ἐχθροῦ εἰς ἀπιστίαν παρεκτραπείς θανάτῳ καταδικάζεται καί τοῦ παραδείσου ἐκβάλλεται καί ἀντί τῆς θείας καί πνευματικῆς γνώσεως τήν γνῶσιν τήν σαρκικήν ἐκομίσατο. Ἐκτυφλωθείς γάρ τούς τῆς ψυχῆς ὀφθαλμούς καί ἀνωλέθρου ζωῆς ἐκπεσών, τοῖς σωματικοῖς ἀνέβλεψεν ὀφθαλμοῖς· καί ἐμπαθεῖ αἰσθήσει τοῖς ὁρωμένοις τήν τῶν ὀμμάτων ἐπιβαλών ὅρασιν, ἔγνω Εὔαν τήν γυναῖκα αὐτοῦ καί αὐτή συλλαβοῦσα ἔτεκε τόν Κάϊν. Ἡ οὖν γνῶσις αὕτη ἀγνωσία ὄντως ἐστί παντός ἀγαθοῦ· εἰ μή γάρ πρῶτον τῆς τοῦ Θεοῦ γνώσεως καί θεωρίας ἐξέπεσεν, οὐκ ἄν εἰς τήν γνῶσιν ταύτην κατήγετο. Οὕτω δέ καί ὁ Κάϊν ὁ υἱός αὐτοῦ, εἰ μή πρῶτον εἰς μῖσος καί φθόνον ἐξεκαύθη κατά τοῦ ἀδελφοῦ αὐτοῦ Ἄβελ, οὐκ ἄν αὐτόν ἀπέκτεινεν. Ὅσοι τοιγαροῦν τῷ ἐκ γεννητῆς σκότει κατέχονται καί πρός τό νοητόν φῶς, ὅθεν ὁ προπάτωρ ἐξέπεσεν, ἐνατενίσαι οὐ βούλονται, οὗτοι τούς ἐν αὐτῷ γενομένους τῷ φωτί καί τά τοῦ φωτός διαλεγομένους ὡς ἀντικειμένους ἐχθρούς λογίζονται, πληττόμενοι τοῖς λόγοις αὐτῶν. Καθάπερ γάρ ἡλίου ἀκτίς ἐν οἰκίᾳ σκοτεινῇ ποθεν εἰσελθοῦσα, οἵα δή βέλος τιτρώσκει καί διατέμνει τό σκότος, οὕτω καί λόγος θεόπνευστος ἀνδρός πνευματικοῦ καί ὁσίου, ὡς δίστομος μάχαιρα ἐν καρδίᾳ ἀνθρώπου σαρκικοῦ γίνεται, ἰδύνην ἐμποιοῦσα καί πρός ἀντιλογίαν καί μῖσος ὑπό τῆς ἀγνωσίας καί ἀπιστίας αὐτήν διεγείρουσα. Ὁ δέ καί οἰόμενος εἰδέναι τι μηδέν εἰδώς, κἄν ἄγγελον ἴδῃ ἐξ οὐρανοῦ πρός αὐτόν κατελθόντα, ὡς δαίμονα πονηρόν ἀποπέμπεται αὐτόν, κἄν ἀπόστολον, κἄν προφήτην Θεοῦ, ὡς ἄλλον τινά Σίμωνα Μάγον καί αὐτόν ἀποστρέφεται. Καί ὤ τῆς ἐσχάτης ἀναισθησίας, ὁ τυφλός τυφλόν ἡγεῖται τόν βλέποντα καί ὁ τῷ ὄντι λῆρος λῆρον ἡγεῖται τούς λόγους αὐτοῦ. Καί καθάπερ ἐν νυκτί πολλάκις λεγόντων τινῶν μή λάμπειν τόν ἥλιον, ἀκούων ὁ τυφλός οὐ πιστεύει αὐτοῖς, καί ἐν ἡμέρᾳ μέσῃ ὤν νύκτα εἶναι πάλιν ἀπιστεῖ, πλανᾶσθαι οἰόμενος ὑπό ἀμφοτέρων, καί κἄν φῶς εἶναι ἐν ἡμέρᾳ ἀκούῃ, κἄν σκότος ἐν νυκτί, ἀμφιβάλλων τούς λέγοντας ἀποσείεται· οὕτω καί οἱ ἐν σκότει παθῶν καθήμενοι καί τετυφλωμένον ἔχοντες τόν νοῦν ἐξ ἀγνοίας, μᾶλλον δέ νοῦν μή κεκτημένοι Χριστοῦ, ὡς μέν ἄνουν τόν ἔχοντα τόν νοῦν τοῦ Χριστοῦ, ὡς δέ ἔννουν τόν μή τοῦτον ἔχοντα λογίζονται, περί ὧν εἰκότως ὁ προφήτης λέγει Δαυίδ· “Ἀφρων καί ἄνους ἀπολοῦνται”. Τοιγαροῦν πᾶσαν οἱ τοιοῦτοι Γραφήν κατά τάς ἰδίας αὐτῶν ἐπιθυμίας στρεβλοῦσι καί παραφθείρουσιν ἑαυτούς ἐν τοῖς ἑαυτῶν πάθεσιν, εἰ καί μή πάσχει τοῦτο ἡ θεία Γραφή, ἀλλ᾿ οἰ ταύτην παραχαράττοντες. Πῶς οὖν, εἰπέ μοι, ὁ τήν κρίσιν ὀρθήν τῶν πραγμάτων ἐπιφερόμενος, ὀρθῶς ποτε ἀφ᾿ ἑαυτῶν τά νοήματα τοῦ φωτός οἱ τυφλοί ἀναγνώσονται, μή καταδεχόμενοι ἀπό οἰήσεως τό διδάσκεσθαι; Ὁ τυφλός τοῖς ὀφθαλμοῖς καί μή βλέπων τό φῶς, πῶς τά ἐν τῷ φωτί γράμματα ἀναγνώσεται; Ὁ δέ τυφλός ὤν τόν νοῦν καί μή ἔχων ἐν ἑαυτῷ τόν νοῦν τοῦ Χριστοῦ, πῶς τά ἐν τῷ φωτί τοῦ Χριστοῦ ἐναποκείμενα νοήματα ἀναλογίσασθαι δύναται; Κἄν μυριάκις τοῖς σωματικοῖς ὀφθαλμοῖς γεγραμμένα ὄντα αἰσθητῶς αὐτά ἀναγνῷ, οὐκ ἄν, οἶμαι, ποτέ δυνηθῇ τά πνευματικά τε καί ἄϋλα καί φωτοειδῆ ἐν ὑλικῷ καί σκοτεινῷ χώρῳ θεάσασθαι ὁ τοιοῦτος. Μηδείς οὖν ὑμᾶς πλανάτω. Ὁ Θεός φῶς ἐστι καί, οἷς συναφθῇ, μεταδίδωσιν αὐτοῖς κατά ἀναλογίαν τῆς καθάρσεως τῆς ἰδίας λαμπρότητος. Καί τηνικαῦτα ἡ ἐσβεσμένη γινώσκει λαμπάς τῆς ψυχῆς, ἤγουν ὁ νοῦς, ὅτι πῦρ θεῖον περιδραξάμενον αὐτῆς ἐξανήφθη. Ὤ τοῦ θαύματος, ὅτι ἄνθρωπος Θεῷ ἑνοῦται πνευματικῶς τε καί σωματικῶς, εἴπερ οὐ χωρίζεται τοῦ νοῦ ἡ ψυχή, οὐδέ τῆς ψυχῆς τό σῶμα, ἀλλά τῇ οὐσιωδῶς ἑνώσει γίνεται τρισυπόστατος κατά χάριν καί ὁ ἄνθρωπος, εἷς θέσει Θεός, ἐκ σώματος καί ψυχῆς καί οὗπερ μετείληφε θείου Πνεύματος, καί πληροῦται τηνικαῦτα τό εἰρημένον ὑπό τοῦ προφήτου Δαυίδ· “Ἐγώ εἶπα· θεοί ἐστε καί υἱοί Ὑψίστου πάντες “, υἱοί Ὑψίστου κατ᾿ εἰκόνα δηλαδή τοῦ Ὑψίστου καί καθ᾿ ὁμοίωσιν, γεννήματα θεῖα ἐκ θείου Πνεύματος, πρός οὕς εἶπεν εἰκότως καί ἀεί λέγει ὁ Κύριος· “Μείνατε ἐν ἐμοί, ἵνα καρπόν πολύν φέρητε – καρπόν τά πλήθη φησί τῶν παρ᾿ αὐτῶν σῳζομένων – τό κλῆμα, φησίν, ἐάν μή μείνῃ ἐν τῇ ἀμπέλῳ ξηραίνεται καί εἰς πῦρ βάλλεται· μείνατε οὖν ὑμεῖς ἐν ἐμοί κἀγώ ἐν ὑμῖν”. Πῶς οὖν μένει ἐν ἡμῖν καί πῶς πάλιν μένομεν ἡμεῖς ἐν αὐτῷ, αὐτός ὁ Κύριος ἐδίδαξε λέγων· “Σύ, Πάτερ, ἐν ἐμοί κἀγώ ἐν σοί καί οὗτοι ἐν ἐμοί κἀγώ ἐν αὐτοῖς”. Καί τοῦτο θέλων βεβαιῶσαι ἐπαναλαμβάνει τόν λόγον καί φησίν· “Αὐτοί ἐν ἐμοί κἀγώ ἐν αὐτοῖς, καθώς σύ Πάτερ, ἐν ἐμοί κἀγώ ἐν σοί”, ἔτι δέ πρός πληροφορίαν τῶν ἀκουόντων προστίθησι λέγων· “Καθώς ἠγάπησάς με, ἠγάπησα αὐτούς καί αὐτοί ἔγνωσαν ὅτι σύ με ἀπέστειλας”. Εὔδηλον οὖν ὅτι, ὡς μένει ὁ Πατήρ ἐν τῷ ἰδίῳ Υἱῷ καί ὁ Υἱός ἐν τῷ κόλπῳ τῷ πατρικῷ κατά φύσιν, οὕτω καί οἱ διά τοῦ θείου Πνεύματος ἀναγεννηθέντες καί τοῦ Χριστοῦ καί Θεοῦ κατά τήν αὐτοῦ δωρεάν γενόμενοι ἀδελφοί καί υἱοί Θεοῦ καί θέσει θεοί, μένουσιν ἐν τῷ Θεῷ καί ὁ Θεός ἐν αὐτοῖς κατά χάριν; Οἱ οὖν μή γεγονότες τοιοῦτοι, μηδέ πράξει καί γνώσει καί θεωρίᾳ καθόλου ἀλλοιωθέντες, πῶς οὐκ αἰσχύνονται χριστιανούς ἑαυτούς ὀνομάζειν; Πῶς δέ καί στόμα τολμῶσιν ἀνοίγειν καί λαλεῖν ἀναιδῶς περί τῶν μυστηρίων Θεοῦ τῶν ἀποκεκρυμμένων, ἐπί ἀμελείας ὡς ἐπί στρωμνῆς κατακείμενοι; Πῶς μετά χριστιανῶν συναριθμεῖν οὐκ ἐρυθριῶσι; Πῶς τῶν ἱερέων συγκάθεδροι καί τοῦ σώματος καί αἵματος τοῦ Δεσποτικοῦ ἱερουργοί καί λειτουργοί οὐ φρίττουσι γίνεσθαι; Ὅλως ἔνθεν ἐπαπορῶ, ἀλλ᾿ ἡ τύφλωσις, ὡς εἴρηται, τοῦ νοός καί ἡ συνεπομένη ἀναισθησία καί ἄγνοια καί ἡ τικτομένη ἐκ τούτων οἴησις, ὡς πηλόν παρασκευάζει πατεῖν τόν ὄντως χρυσόν, τόν τιμιώτατον λίθον, αὐτόν τόν Κύριον ἡμῶν Ἰησοῦν, τόν Χριστόν. Ὤ τῆς φρικτῆς τόλμης, ὡς ἐπί βάθραν ὑψηλήν ἐπιβαίνειν αὐτούς ποιεῖ καί ἵστασθαι ἐπ᾿ αὐτήν, ἵν᾿ ἕκαστος τούτων τοῖς πολλοῖς ὑπερέχων δείκνυται καί περίβλεπτος. Χριστιανούς οὖν τούς τοιούτους, ποῖος ἄρα χριστιανός ὀνομάσει; Ἀλλά ταῦτα μέν πρός τούς πάντα εἰδέναι καί λέγειν ἐπιχειροῦντας καί οἰομένους εἶναί τι, μηδέν ὄντας, ὡς ἐν στήλῃ τῷ λόγῳ, ὁποῖοι καί ποταποί εἰσιν οἱ χριστιανοί ὑπεδείξαμεν, ἵνα ἑαυτούς τῷ ἀρχετύπῳ συγκρίνοντες, γνώσωνται ὁπόσον τῶν ἐν ἀληθείᾳ χριστιανῶν ἀπολείπονται. Πρός δέ γε ὑμᾶς, τούς τοῦ Χριστοῦ δούλους καί τοῦ μανθάνειν ἐφιεμένους καί ηὐτρεπισμένους τήν ἀκοήν, αὐτός ὁ Δεσπότης τῶν ὅλων διά τῶν ἁγίων αὐτοῦ Εὐαγγελίων βοᾷ λέγων· “Ἕως τό φῶς ἔχετε, τρέχετε πρός τό φῶς, ἵνα μή σκοτία ὑμᾶς καταλάβῃ”. Τρέχετε διά μετανοίας ἐν τῇ ὁδῷ τῶν ἐντολῶν αὐτοῦ, τρέχετε, τρέχετε ἕως ὁ καιρός τῆς ἐπιλάμψεως αὐτοῦ, πρίν ἤ ἡ τοῦ θανάτου νύξ καταλάβῃ ὑμᾶς καί τῷ αἰωνίῳ σκότει παραπεμφθήσεσθε. Τρέχετε, ζητεῖτε, κρούετε, ἵνα ἀνοιγῇ ὑμῖν ἡ πύλη τῆς βασιλείας τῶν οὐρανῶν καί ἔνδοθεν γενήσησθε αὐτῆς καί αὐτήν ἐντός ὑμῶν κτήσησθε. Οἱ γάρ πρό τοῦ κτήσασθαι ταύτην τοῦ τῇδε βίου ὑπεξερχόμενοι, ποῦ ποτε ταύτην ἐκεῖ ἀπελθόντες εὑρήσουσιν; Ἐνταῦθα τοίνυν αἰτεῖσθαι καί ζητεῖν καί κρούειν ἐν μετανοίᾳ καί δάκρυσι προσετάγημεν, καί οὕτω ποιοῦσιν ὁ Δεσπότης ταύτην ὑπέσχετο δώσειν ἡμῖν. Εἰ οὖν τοῦτο ποιῆσαι καί ὑπακοῦσαι τῷ Δεσπότῃ Χριστῷ οὐ θελήσομεν, ἵνα ἔτι τῷ βίῳ περιόντες σπεύσωμεν λαβεῖν τήν βασιλείαν ἐντός ἡμῶν, οὐχί ἀπελθόντες ἐκεῖ δικαίως ἀκούσομεν λέγοντος αὐτοῦ πρός ἡμᾶς· “Τί ζητεῖτε νῦν, ἥν διδομένην ὑμῖν παρ᾿ ἐμοῦ λαβεῖν παρῃτήσασθε; Οὐχί πολλά παρακαλοῦντός μου ὑμᾶς κοπιᾶσαι καί λαβεῖν αὐτήν παρ᾿ ἐμοῦ, οὐκ ἠβουλήθητε, ἀλλά κατεφρονήσατε ταύτης καί τήν ἀπόλαυσιν τῶν φθαρτῶν καί γηΐνων προετιμήσασθε; Ποίοις οὖν ἔργοις ἤ λόγοις ταύτην εὑρεῖν ἀπό γε τοῦ νῦν ἐξισχύσητε;” Διά τοῦτο τοίνυν, πατέρες καί ἀδελφοί, παρακαλῶ ὑμᾶς, πάσῃ σπουδῇ τάς ἐντολάς τοῦ Θεοῦ ἡμῶν φυλαξώμεθα, ἵνα καί ζωῆς καί βασιλείας ἐπιτευξώμεθα αἰωνίου καί μή ἀκούσωμεν νῦν μέν· “Ὁ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται τήν ζωήν, ἀλλ᾿ ἡ ὀργή τοῦ Θεοῦ μενεῖ ἐπ᾿ αὐτόν”, ἐν δέ τῷ μέλλοντι αἰῶνι· “Ἀπέλθατε ἀπ᾿ ἐμοῦ, οὐκ οἶδα ὑμᾶς, πόθεν ἐστέ”, ἀλλά τῆς εὐλογημένης ἐνωτισθῶμεν ἐκείνης φωνῆς “Δεῦτε”λεγούσης, “οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τήν ἡτοιμασμένην ὑμῖν βασιλείαν, ὅτι ἐθρέψατέ με, πεινῶντα τήν σωτηρίαν ὑμῶν, διά τῆς ἐργασίας τῶν ἐμῶν ἐντολῶν, ἐποτίσατε, ἐνεδύσατε, συνηγάγετέ με καί ἤλθετε πρός με, καθάραντες τάς καρδίας ὑμῶν ἀπό παντός σπίλου καί ῥύπου τῆς ἁμαρτίας· λοιπόν ἀπολαύσατέ μου τῶν ἀγαθῶν, ὧν ἡ ἀπόλαυσις ἄρρητος καί ζωή αἰώνιος καί ἀθάνατος” –, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.


Εγγραφή στο ΠΕΡΑ ΑΠΟ ΤΟ ΑΤΟΜΟ μέσω Email

Related Posts Plugin for WordPress, Blogger...

ΑΠΑΡΑΙΤΗΤΕΣ ΔΙΕΥΚΡΙΝΗΣΕΙΣ

1. Οι ενυπόγραφες αναρτήσεις (άρθρα, ομιλίες, κριτικές βιβλίων, επιφυλλίδες, δοκίμια, μελετήματα κλπ) που φιλοξενούνται ή αναδημοσιεύονται στο ιστολόγιο "ΠΕΡΑ ΑΠΟ ΤΟ ΑΤΟΜΟ" εκφράζουν κατά κύριο λόγο τους συγγραφείς τους και όχι απαραίτητα το ιστολόγιο "ΠΕΡΑ ΑΠΟ ΤΟ ΑΤΟΜΟ".

2. Τα σχόλια των αναγνωστών του ιστολογίου "ΠΕΡΑ ΑΠΟ ΤΟ ΑΤΟΜΟ" εκφράζουν τους ίδιους προσωπικά και όχι το ιστολόγιο "ΠΕΡΑ ΑΠΟ ΤΟ ΑΤΟΜΟ". Σχόλια άσχετα με το περιεχόμενο των αναρτήσεων δεν θα δημοσιεύονται.

3. Υπάρχουν στο ιστολόγιο μας πολλές προτάσεις (σύνδεσμοι, links) προς άλλους δικτυακούς τόπους (sites, blogs κλπ). Το ιστολόγιο μας δε φέρει καμία ευθύνη για το περιεχόμενο των αναρτήσεων ή των σχολίων που γίνονται εκεί.

ΣΥΝ-ΙΣΤΟΛΟΓΕΙΝ

ΑΓΙΟΣ ΓΕΩΡΓΙΟΣ

ΑΓΙΟΣ ΓΕΩΡΓΙΟΣ
Ένα ιστολόγιο αφιερωμένο στους 57 αη-Γιώργηδες της Ορθόδοξης Εκκλησίας

ΤΟ ΠΕΡΑ ΑΠΟ ΤΟ ΑΤΟΜΟ ΣΤΗ WORDPRESS

ΑΝΑΓΝΩΣΕΙΣ

Αρχείο

Αξίζει να διαβάσετε

ΘΕΟΛΟΓΟΙ ΚΡΗΤΗΣ

ΝΕΚΡΟΣ ΓΙΑ ΤΟΝ ΚΟΣΜΟ

ΠΡΟΣΚΥΝΗΤΗΣ

ΠΡΟΣΚΥΝΗΤΗΣ
Περίπλους στην ορθόδοξη πνευματικότητα

ΑΝΤΙΦΩΝΟ

ΠΕΜΠΤΟΥΣΙΑ

ΑΓΙΟΡΕΙΤΙΚΕΣ ΜΝΗΜΕΣ

AHDONI

Ιερός Ναός Αγίου Διονυσίου Αχαρνών

台灣基督東正教會 The Orthodox Church in Taiwan

台灣基督東正教會 The Orthodox Church in Taiwan
台灣基督東正教會 The Orthodox Church in Taiwan: ΚΛΙΚ ΣΤΗΝ ΕΙΚΟΝΑ ΓΙΑ ΜΕΤΑΒΑΣΗ

9 ΝΟΕΜΒΡΙΟΥ: ΔΙΕΘΝΗΣ ΗΜΕΡΑ ΚΑΤΑ ΤΟΥ ΦΑΣΙΣΜΟΥ ΚΑΙ ΤΟΥ ΑΝΤΙΣΗΜΙΤΙΣΜΟΥ

Ορθόδοξα ιστολόγια

Ορθόδοξοι Ιστoχώροι στα ελληνικά

ΟΡΘΟΔΟΞΕΣ ΑΠΑΝΤΗΣΕΙΣ

ΜΥΡΙΟΒΙΒΛΟΣ

Home of the Greek Bible

ΕΝΟΡΙΑ ΑΓΙΑΣ ΖΩΝΗΣ

ΟΡΘΟΔΟΞΗ ΑΠΟΛΟΓΗΤΙΚΗ ΟΜΑΔΑ

ΟΡΘΟΔΟΞΗ ΑΠΟΛΟΓΗΤΙΚΗ ΟΜΑΔΑ
ΠΑΝΑΓΙΑ Η ΙΕΡΟΣΟΛΥΜΙΤΙΣΣΑ

ΟΟΔΕ

ΔΕΝ ΞΕΧΝΩ