Πέμπτη, 7 Μαρτίου 2013

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΠΑΝΤΑΣ ΤΟΥΣ ΑΓΙΟΥΣ ΓΕΩΡΓΙΟΥΣ

 
Κανών παρακλητικός εἰς πάντας τούς ῾Αγίους Γεωργίους, μάρτυρας, νεομάρτυρας,  ἀρχιερεῖς, ἱερεῖς, ὁσίους, ἀσκητάς, ὁμο-λογητάς, τῆς Μίας καί Μεγάλης ᾿Εκκλησίας τοῦ Χριστοῦ ᾿Ανατο-λῆς καί Δύσεως, ἤτοι εἰς
           
Γεώργιον, Μεγαλομάρτυρα τόν Τροπαιοφόρον  (23.4)
            Γεώργιον, Πατριάρχην Κωνσταντινουπόλεως  (18.8)
            Γεώργιον, ᾿Επίσκοπον Δεβελτοῦ  (22.1)
            Γεώργιον, ὁσιομάρτυρα τόν Βηθλεεμίτην  (27.7)
            Γεώργιον, νεομάρτυρα τόν Σέρβον  (11.2)
            Γεώργιον, νεομάρτυρα τόν Μυτιληναῖον  (14.2)
            Γεώργιον, νεομάρτυρα τόν Κύπριον  (23.4)
            Γεώργιον, νεομάρτυρα τόν ἐκ Φιλαδελφείας  (2.10)
            Γεώργιον, νεομάρτυρα τόν ἐξ ᾿Ιβήρων  (2.1)
            Γεώργιον, νεομάρτυρα τόν ἐν Μαγνησίᾳ  (24.4)
            Γεώργιον, ἱερομάρτυρα τόν Νεαπολίτην   (3.11)
            Γεώργιον, νεομάρτυρα τόν ἐκ ῾Ραψάνης  (5.3)
            Γεώργιον, νεομάρτυρα τόν ἐξ ᾿Εφέσου  (5.4)
            Γεώργιον, νεομάρτυρα τόν Χιοπολίτην  (26.11)
            Γεώργιον, νεομάρτυρα τόν ἐξ ᾿Ατταλείας  (25.6)
            Γεώργιον, νεομάρτυρα τόν ἐκ Μελάμπων  (28.10)
            Γεώργιον, νεομάρτυρα ἐκ Σαμοθράκης τόν πρεσβύτερο(6.4)
            Γεώργιον, νεομάρτυρα ἐκ Σαμοθράκης τόν νεώτερον  (6.4)
            Γεώργιον, νεομάρτυρα τόν ἐν ᾿Ιωαννίνοις  (17.1)
            Γεώργιον, νεομάρτυρα τόν ἐκ Κρήτης  (7.2)
            Γεώργιον, τόν Θαυματουργόν και Μαχαιρωμένον   (31.12)
            Γεώργιον, ὃσιον τόν Σιναΐτην  (11.3)
            Γεώργιον, ὁσιομάρτυρα τόν Πέρσην  (6.1)
            Γεώργιον, ὁσιομάρτυρα τόν Λιμνιώτην  (24.8)
            Γεώργιον, ὃσιον τόν Χοζεβίτην  (8.1)
            Γεώργιον, ᾿Επίσκοπον ᾿Αμάστριδος  (21.2)
           Γεώργιον, ᾿Επίσκοπον Μυτιλήνης τόν πρώτον  (7.4)
            Γεώργιον, ᾿Επίσκοπον Μυτιλήνης τόν δεύτερον  (1.2)
            Γεώργιον, ᾿Επίσκοπον Νικομηδείας  (29.12)
            Γεώργιον, ὃσιον τόν θαυματουργόν  (11.3)
            Γεώργιον, ὃσιον τόν ῎Ιβηρα και ᾿Αθωνίτην  (13.5)
            Γεώργιον, ὃσιον ἐκ Κύπρου  (26.4)
            Γεώργιον, ὃσιον τόν ἐν Μαλαιῷ  (4.4)
            Γεώργιον, ὁμολογητήν, τόν ᾿Επίσκοπον Δεφέλτου (29.2)
            Γεώργιον, ὁμολογητήν, τόν ᾿Επίσκοπον Πισιδίας  (18.4)
            Γεώργιον, τόν ῾Ρωμαῖον, ᾿Απόστολον ἐν Γαλλίᾳ  (25.10)
            Γεώργιον, ὃσιον τόν ῾Ρωμαῖον, ᾿Επίσκοπον Βιένης  (2.11)
            Γεώργιον, ὃσιον τῆς Λοδέβης, τόν Βενεδεκτῖνον  (19.2)
Γεωργίαν, ὁσίαν τήν ῾Ρωμαίαν, μονάσασα παρά τῷ Κλερμόντ (15.2)
 
   Μετά τό "Εὐλογητός ὁ Θεός", τό "Κύριε εἰσάκουσον τῆς προσευχῆς μου", τό "Θεός Κύριος" τετράκις καί  τά τροπάρια.

῏Ηχος δ' ῾Ο ῾Υψωθείς ἐν τῷ Σταυρῷ ἑκουσίως.
Οἱ πολυάριθμοι Γεώργιοι πάντες, ἡ θεοφόρος τοῦ Χριστοῦ συνοδεία, ὑπέρ ἡμῶν πρεσβεύσατε θερμῶς τῷ Θεῷ· ἄλλοι μέν ἐφάνητε κορυφαῖοι ἀθλήσει, ἄλλοι δέ εἰς ἄσκησιν ὑπερέβητε μέτρον· διό καί πάντας τούς χριστιανούς νῦν εὐλογεῖτε, ἁγία ὁμήγυρις!
Δόξα. Τό αὐτό. Καί νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τάς δυναστείας σου .....

῾Ο Ν΄ Ψαλμός καί ὁ Κανών

Ὠδή α' ῏Ηχος πλ. δ' ῾Υγράν διοδεύσας.
Γεώργιοι μάρτυρες τοῦ Χριστοῦ, πυρσοί ᾿Εκκλησίας, καί πιστῶν ἡ καταφυγή, προσεύξασθε πάντες τῷ Κυρίῳ, ἳνα στερροί ἐν τῇ πίστει ἱστώμεθα.

Τήν ῥώμην θαυμάζοντες τῆς ψυχῆς, ὑμῶν τῶν μαρτύρων, Γεωργίων τῶν ἀθλητῶν, αἰτούμενοι σθένωσιν ἐν πίστει, καί γεωργίαν ψυχῆς τε καί σώματος.

Γεώργιε πρώταρχε τῶν λοιπῶν, καί μεγαλομάρτυς, τῶν τροπαίων κατακτητά, σύν ἃπασι ἄλλοις ὁμωνύμοις, ὀρθοδοξίᾳ ἡμᾶς στερεώσατε.

Θεοτοκίον.
Γεννήσασα Πάναγνε τόν Θεόν, τόν τήν σωτηρίαν, χορηγοῦντα εἰς τούς βροτούς, κατέχεις μεγάλην παρρησίαν· ὃθεν κακῶν καί δεινῶν ἡμᾶς λύτρωσον.


 Ὠδή γ' Οὐρανίας ἀψῖδος.

Θεοφόροι πατέρες, χριστιανῶν καύχημα, ἐκ τῶν Γεωργίων τοῦ δήμου, ἔνσαρκοι ἄγγελοι, ὦ Σιναΐτα ἀββᾶ καί Χοζεβῖτα τρισμάκαρ, τοῖς πιστοῖς ἀνάψατε, πόθον ἀσκήσεως.

Νῆψιν πνεύματος θείαν, καί τῶν χρηστῶν  ἔφεσιν, προσέτι κηρύγματος ζῆλον, ἡμῖν ἐμφύτευσον, ᾿Αθωνιτῶν ἡ ἰσχύς καί τῶν ᾿Ιβήρων ἡ δόξα, ἱερέ Γεώργιε, πάτερ πανεύφημε.
     
Γεωργίων  ὁ δῆμος, σέ ποιητήν κέκτηται, ἐνθέων κανόνων και ὓμνων, θεῖε ᾿Επίσκοπε· ἀρχιποιμένων τό φῶς, Νικομηδείας τό κλέος, τούς ποιμένας δίδαξον, ποίμανσιν ἄριστον.

Θεοτοκίον.
Ὄρος ἃγιον ὤφθης, καί ἐκλεκτός θάλαμος, καί τῆς σωτηρίας ἡ κλῖμαξ, Πάναγνε Δέσποινα· ὃθεν ἡμῶν τῶν πιστῶν, παρά Κυρίου ἐξαίτει, τῶν πταισμάτων ἄφεσιν, μόνη Πανύμνητε.


Διάσωσον, τῶν Γεωργίων ἁγίων πάνσεπτε δῆμε, πάσης βλάβης καί πειρασμῶν, ψυχῆς τε καί σώματος, τούς ᾄδοντας ὓμνον ὑμῖν ἐν πίστει.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις παρά τοῦ ῾Ιερέως.
Καί τό Κάθισμα.
῏Ηχος β' Τά ἄνω ζητῶν.

Προστάται στερροί καί φύλακες ἀκοίμητοι, θερμοί πρεσβευταί καί βέβαιοι ἀκέστορες, τῷ λαῷ ἐδείχθητε Γεωργίων σύνταγμα ἃγιον· ὃθεν ἀεί πρεσβεύετε Θεῷ, λυτροῦσθαι ἁπάσης περιστάσεως.


Ὠδή δ' Εἰσακήκοα Κύριε.
Φωτισθέντες τῇ Χάριτι, καί ὁμολογίας λαβόντες δύναμιν, τόν Χριστόν ὡμολογήσατε, ῾Ομολογητῶν δυάς πανάρεστος.          

Οἱ Κυρίῳ εὐάρεστοι, καί τοῖς κακοδόξοις βροτῶν δυσάρεστοι, ἐκδιδάξατε Γεώργιοι, τῆς ὀρθοδοξίας ὑπεράσπισιν.

Γεωργίων οἱ μάρτυρες, τῶν πειρατηρίων τοῦ βίου ῥύσασθε, λογισμῶν τε ἀποκάθαρσιν, ἀσκουμένοις πᾶσι χορηγήσατε.

Θεοτοκίον.
Ταῖς λιταῖς σου Πανάσπιλε, τῶν ἁμαρτωλῶν ἐθισμῶν ἀπάλλαξον, καί τηρεῖν ἡμᾶς προστάγματα, τοῦ Κυρίου πάντα ἐξαιτούμεθα.
                                     
 
Ὠδή ε'  Φώτισον ἡμᾶς.
Μάρτυρες σεπτοί, Γεωργίων ἡ κορύφωσις, τῆς Σερβίας καί τῆς Χίου οἱ βλαστοί, τήν ὑγείαν ὁμωνύμων συντηρήσατε.
Ἔσχατοι καιροί, τό μαρτύριον ἐθαύμασαν, Γεωργίου ἐξ        ᾿Ηπείρου τοῦ λαμπροῦ· ὃθεν πάντες τήν εὐχήν αὐτοῦ αἰτούμεθα.

Νόσων ζοφερῶν, ἀσινεῖς ἡμᾶς  φυλάξατε, Γεωργίων νεομάρτυρες σεπτοί, Σαμοθράκης καί τῆς Κρήτης ζεύγη ἃγια.

Θεοτοκίον.
Πρέσβευε ῾Αγνή, τῷ Πατρί Υἱῷ καί Πνεύματι, τοῦ καθαίρειν τάς κηλῖδας τοῦ νοός, καί σωθῆναι τάς ψυχάς ἡμῶν Πανάμωμε.

Ὠδή στ'  Τήν δέησιν.
Ἰσχϋι, τῇ θεϊκῇ νεκρώσαντες, ἀνθρωπεῖαν διά βίας τήν φύσιν, θείαν πολλήν ἐκομίσατε χάριν, τῶν Γεωργίων φιλέρημοι Γέροντες· διό ἁπάσας καθαράς, τάς αἰσθήσεις ἡμῶν ἀσφαλίσατε.

Σαρκίου, τούς πειρασμούς Γεώργιε, καί νοός τάς πονηράς ἐνθυμήσεις, ἃπερ ἀσκήσει κατήργησας πάτερ, ἀποβαλών τά τοιαῦτα νοήματα, βιώσας ἐν τῷ Μαλαιῷ, τοῦ διώκειν μαθήματα δίδαξον.

Μεγίστης, ἀξιωθέντες χάριτος, ᾿Επισκόπων Γεωργίων χορεία, τῆς Μυτιλήνης δυάς ἡ ὁσία, καί σύ ταγέ τῆς Ἀμάστριδος ἄριστε, τηρεῖν παράδοσιν ὀρθῶς, ᾿Εκκλησίας ποιμένας φωτίσατε.

Θεοτοκίον.
Δυνάμωσον, ᾿Εκκλησίαν ᾿Ασπιλε, τάς αἱρέσεις καί τά σχίσματα φεύγειν, καί τούς πιστούς διατήρησον πάντας, ἀναμαρτήτους Υἱῷ σου ἀρέσκοντας, ἳνα δοξάζωμεν Αὐτόν, παραδόσει καλῶς ὡς ἐμάθομεν.

Διάσωσον, τῶν Γεωργίων ἁγίων πάνσεπτε δῆμε, πάσης βλάβης καί πειρασμῶν, ψυχῆς τε καί σώματος, τούς ᾄδοντας ὓμνον ὑμῖν ἐν πίστει.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπί την ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καί τό Κοντάκιον.
῏Ηχος β'  Τοῖς τῶν αἱμάτων σου.
Τήν θαυμαστήν Γεωργίων συνέλευσιν, ἀθλήσει τε καί ἀσκήσει ἐκλάμψασαν, τιμῶντες πιστοί μελῳδήσωμεν, ἐπικαλούμενοι πᾶσαν ἀντίληψιν λαοῦ γάρ εἰσιν τό κραταίωμα.



Καί εὐθύς τό Προκείμενον.

Θαυμαστός ὁ Θεός ἐν τοῖς ῾Αγίοις αὐτοῦ.
Στίχ.  Τοῖς ῾Αγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν Κύριος.

Εὐαγγέλιον. ᾿Εκ τοῦ κατά Λουκᾶν  (κεφ. ΙΒ στ. 1-12).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Προσέχετε ....

Δόξα. Ταῖς τῶν σῶν ἁγίων ταῖς πρεσβείαις ...
Καί νῦν. Ταῖς τῆς Θεοτόκου ....

Ἐλέησόν με  ὁ Θεός .....
Εἶτα τό Προσόμοιον.

Ἦχος πλ. β'  Ὅλην ἀποθέμενοι.
Σύνταγμα θεόλεκτον, τῶν ῾Αγίων Γεωργίων, ᾿Εκκλησίας καύχημα, καί πιστῶν τό ἔρεισμα, τό ἀκλόνητον· πᾶσαν γάρ δύναμιν, κέκτησθε ῝Αγιοι, τῷ Θεῷ εὐαρεστήσαντες· ὃθεν δεήθητε, Χριστοῦ τοῦ Δεσπότου τρισόλβιοι, σύμπαντες εἰς ὁμήγυριν, ὃπως τά τῆς πίστεως δόγματα, πάντοτε φυλάττειν, μή παύσωμεν ὡς κόρας ὀφθαλμῶν, ἃ οἱ Πατέρες ἡρμήνευσαν, ἐν Συνόδοις ἄριστα.

Σῶσον ὁ Θεός τόν λαόν σου ...

Ὠδή ζ' Οἱ ἐκ τῆς ᾿Ιουδαίας.
                                              
Οἱ κρουνοί σῶν αἱμάτων, Θετταλίας ῾Ραψάνην, καλῶς κατήρδευσαν, Γεώργιε τρισμάκαρ, διό καί νῦν ἀγάλλῃ, μελῳδῶν πρός πρός τόν  Κύριον· ὁ τῶν πατέρων ἡμῶν, Θεός εὐλογητός εἶ.

Μεγαλύνοντες ἆθλα, καί τιμῶντες τήν μνήμην, ὑμῶν πανένδοξοι, Γεώργιε ᾿Εφέσου, σύν τῷ ἐξ ᾿Ατταλείας, πρός τον Κύριον κράζομεν· ὁ τῶν πατέρων ἡμῶν, Θεός εὐλογητός εἶ.

Ἡ ἁγία χορεία, ᾿Εκκλησίας τῆς Μίας, βλαστοί  τετράριθμοι, Γεώργιοι ῾Ρωμαίων, πρεσβεύσατε Δεσπότῃ, τάς αἰτίας τοῦ σχίσματος, ᾿Ανατολῆς καί Δυσμῶν, ταχέως ἐξαλεῖψαι.

Θεοτοκίον.
Γεώργησον Κυρία, εὐσεβείας ἀγρόν μου, καί μετανοίας μου, ἠθῶν τε εὐκοσμίαν, ἐν Πνεύματι ῾Αγίῳ, καλλιέργησον Δέσποινα, ἳνα δοξάζω Χριστόν, καί ῎Αναρχον Πατέρα.

Ὠδή η'  Τόν Βασιλέα.
Λόγοις καί ἔργοις, εὐχαριστεῖν τῷ Δεσπότῃ, ἱκετεύομεν δοῦναι δυνάμεις, μάρτυρες Κυρίου, ἐκ δήμου Γεωργίων.

Χαίρονται πάντα, τῆς ᾿Εκκλησίας τά μέλη, καί αἰτοῦνται ὑμῶν προστασίαν, σύστημα ῾Αγίων, λαμπρῶν νεομαρτύρων.

Ρύσατε πάντας, ἐκ λογισμῶν ἀκαθάρτων, στερεοῦντες ἐν φόβῳ Κυρίου, ἔνθεος χορεία, ῾Αγίων Γεωργίων.

Θεοτοκίον.
Ἄχραντε Κόρη, ἐκ τῶν ἁγνῶν σου αἱμάτων, ὁ Δεσπότης ἐφόρεσεν σάρκα, ᾧ οἰκείωσαί με, γνησίᾳ μετανοίᾳ.

Ὠδή θ'  Κυρίως Θεοτόκον.

Βοῶμεν Γεωργίων, σμήνει ἐκ μαρτύρων, τούς ἀσθενεῖς ἐξ ἡμῶν θεραπεύσατε, καί τήν κατί ἄμφω ὑγείαν ἡμῖν χαρίσατε.

Μαρτύρων τῶν ἀρχαίων, δόξης κοινωνοῦντες, ὦ νεομάρτυρες θείου συντάγματος, ἀπολυτρῶσαι κακίας ἡμᾶς δεόμεθα.

Χορεία ᾿Επισκόπων, σύν τῷ Πατριάρχῃ, τούς συνωνύμους ὑμῖν  εὐλογήσατε,  ἳνα θεάρεστον βίον πάντες διάγωμεν.

Θεοτοκίον.
Πανάχραντε Μαρία, Κεχαριτωμένη, χαῖρε πιστῶν ἀσφαλές καταφύγιον, καί σωτηρία του κόσμου καί ἀγαλλίαμα.

῎Αξιόν ἐστιν ὡς ἀληθῶς ...
Καί τά ἑπόμενα μεγαλυνάρια.

Χαίροις Γεωργίων ἡ ἐκλεκτή, σύνοδος μαρτύρων, τῶν ὁσίων καί ἀσκητῶν, τῷ Δεσπότῃ πάντες, πρεσβεύετε ἀπαύστως, ὑπέρ τῆς ᾿Εκκλησίας, φεύγειν τά σκάνδαλα.

Χαίροις Γεωργίων ὁ ἀρχηγός, ὁ Μεγαλομάρτυς, καί πτωχῶν ὑπερασπιστής, σύν τῷ νεωτέρῳ, βλαστῷ ᾿Ιωαννίνων· ἐφάνητε Κυρίῳ, σφάγια ἃγια.

Σέρβων καί τῆς Κύπρου οἱ θησαυροί, Μαγνησίας Χίου, καί
᾿Ιβήρων τέκνα λαμπρά, Κρήτης Σαμοθράκης, ᾿Εφέσου τε ἡ δόξα, ἀκλόνητον τήν πίστιν, ἡμῶν στηρίξατε.

Χαίροις τῶν ὁσίων σεπτή ὁμάς, ῝Αγιοι Πατέρες, τῆς ἀσκήσεως ὁ κανών, Χοζεβῖτα θεῖε, καί σύ ὦ Σιναΐτα, λοιποί τε Γεωργίων, δῆμε ὑπέρτιμε.

Χαίροις ἡ δυάς ὁμολογητῶν, τῶν ὀρθῶν δογμάτων, σθεναροί ὑπερασπισταί. Χαίροις καί ῾Ρωμαίων, τετράριθμος χορεία· ἀεί τούς προσκυνοῦντας, ὑμᾶς φυλάττετε.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, ᾿Αποστόλων ἡ δωδεκάς, οἱ ἃγιοι οἱ πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.

Εἶτα το Τρισάγιον καί το  ᾿Απολυτίκιον.

῏Ηχος πλ. α'  Τόν Συνάναρχον Λόγον ...

            Θεοσύλλεκτον δῆμον πιστοί ὑμνήσωμεν·
            τῶν μέν μαρτύρων τήν πίστιν
            τήν σθεναράν ἀδελφοί
            προσευχῇ παρά Κυρίου ἐκζητήσωμεν·
            ἄσκησιν δέ τῶν ἀρετῶν
            ὁμοιάσωμεν καλῶς
            ὁσίοις ἡμῶν πατράσι
            καί Γεωργίων ἁπάντων
            τά κλέη ᾄσωμεν αἰσίαις φωναῖς!

Εἶτα ἐκτενής καί ᾿Απόλυσις, μεθ’  ἣν ψάλλομεν τό ἑξῆς·

῏Ηχος β'  ῝Οτε ἐκ τοῦ Ξύλου.
Πάντων, Γεωργίων ὁ χορός, μάρτυρες ἀρχαῖοι καί νέοι, σύν τοῖς ὁσίοις  ὑμῶν, ἔρεισμα αἰώνιον, τῆς ᾿Εκκλησίας Χριστοῦ, τάς αἱρέσεις διώξατε, καί  ᾿Ορθοδοξίας, δόγματα στηρίξατε, θεοποιά καί σεπτά, ἃ καί ἐποτίσατε πάντες, αἳμασι καί δάκρυσι· ὃθεν, νῦν τιμῶμεν ἃπαντας εἰς Σύναξιν.

Δέσποινα, πρόσδεξαι ...
Τήν πᾶσαν ἐλπίδα μου ...
Δίστιχον.
Πληρώσατε πίστεως ἐμοῦ τήν καρδίαν
Γεώργιοι μάρτυρες, Χριστοῦ ἡ χορεία.

Ποίημα· Γεωργίου ᾿Αποστολάκη, τοῦ ἀπό δικαστῶν.
Τρίκκῃ, 23.9.1997
ΣύλληψιςΤιμίου Προδρόμου.
 


Δεν υπάρχουν σχόλια:

Εγγραφή στο ΠΕΡΑ ΑΠΟ ΤΟ ΑΤΟΜΟ μέσω Email

Related Posts Plugin for WordPress, Blogger...

ΑΠΑΡΑΙΤΗΤΕΣ ΔΙΕΥΚΡΙΝΗΣΕΙΣ

1. Οι ενυπόγραφες αναρτήσεις (άρθρα, ομιλίες, κριτικές βιβλίων, επιφυλλίδες, δοκίμια, μελετήματα κλπ) που φιλοξενούνται ή αναδημοσιεύονται στο ιστολόγιο "ΠΕΡΑ ΑΠΟ ΤΟ ΑΤΟΜΟ" εκφράζουν κατά κύριο λόγο τους συγγραφείς τους και όχι απαραίτητα το ιστολόγιο "ΠΕΡΑ ΑΠΟ ΤΟ ΑΤΟΜΟ".

2. Τα σχόλια των αναγνωστών του ιστολογίου "ΠΕΡΑ ΑΠΟ ΤΟ ΑΤΟΜΟ" εκφράζουν τους ίδιους προσωπικά και όχι το ιστολόγιο "ΠΕΡΑ ΑΠΟ ΤΟ ΑΤΟΜΟ". Σχόλια άσχετα με το περιεχόμενο των αναρτήσεων δεν θα δημοσιεύονται.

3. Υπάρχουν στο ιστολόγιο μας πολλές προτάσεις (σύνδεσμοι, links) προς άλλους δικτυακούς τόπους (sites, blogs κλπ). Το ιστολόγιο μας δε φέρει καμία ευθύνη για το περιεχόμενο των αναρτήσεων ή των σχολίων που γίνονται εκεί.

ΣΥΝ-ΙΣΤΟΛΟΓΕΙΝ

ΑΓΙΟΣ ΓΕΩΡΓΙΟΣ

ΑΓΙΟΣ ΓΕΩΡΓΙΟΣ
Ένα ιστολόγιο αφιερωμένο στους 57 αη-Γιώργηδες της Ορθόδοξης Εκκλησίας

ΤΟ ΠΕΡΑ ΑΠΟ ΤΟ ΑΤΟΜΟ ΣΤΗ WORDPRESS

ΑΝΑΓΝΩΣΕΙΣ

Αρχείο

Αξίζει να διαβάσετε

ΘΕΟΛΟΓΟΙ ΚΡΗΤΗΣ

ΝΕΚΡΟΣ ΓΙΑ ΤΟΝ ΚΟΣΜΟ

ΠΡΟΣΚΥΝΗΤΗΣ

ΠΡΟΣΚΥΝΗΤΗΣ
Περίπλους στην ορθόδοξη πνευματικότητα

ΑΝΤΙΦΩΝΟ

ΠΕΜΠΤΟΥΣΙΑ

ΑΓΙΟΡΕΙΤΙΚΕΣ ΜΝΗΜΕΣ

Ιερός Ναός Αγίου Διονυσίου Αχαρνών

台灣基督東正教會 The Orthodox Church in Taiwan

台灣基督東正教會 The Orthodox Church in Taiwan
台灣基督東正教會 The Orthodox Church in Taiwan: ΚΛΙΚ ΣΤΗΝ ΕΙΚΟΝΑ ΓΙΑ ΜΕΤΑΒΑΣΗ

9 ΝΟΕΜΒΡΙΟΥ: ΔΙΕΘΝΗΣ ΗΜΕΡΑ ΚΑΤΑ ΤΟΥ ΦΑΣΙΣΜΟΥ ΚΑΙ ΤΟΥ ΑΝΤΙΣΗΜΙΤΙΣΜΟΥ

Ορθόδοξα ιστολόγια

ΟΡΘΟΔΟΞΕΣ ΑΠΑΝΤΗΣΕΙΣ

ΜΥΡΙΟΒΙΒΛΟΣ

Home of the Greek Bible

ΕΝΟΡΙΑ ΑΓΙΑΣ ΖΩΝΗΣ

ΟΟΔΕ

ΔΕΝ ΞΕΧΝΩ