Κυριακή, 23 Μαΐου 2010

Κυριακή της Πεντηκοστής



Εικόνα:
Θεοφάνους του Κρητός, Η πεντηκοστή (1546), Ιερά Μονή Σταυρονικήτα, Άγιον Όρος
 
Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι' αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι .

(ἀπολυτίκιον τῆς ἑορτῆς τῆς Πεντηκοστῆς)

τοῦ Πνεύματος πηγή, ἐπιδημοῦσα τοῖς ἐν γῇ, εἰς πυρφόρους ποταμούς, μεριζομένη νοητῶς, τοὺς Ἀποστόλους ἐδρόσιζε φωταγωγοῦσα, καὶ γέγονεν αὐτοῖς, νέφος δροσῶδες τὸ πῦρ, φωτίζουσα αὐτούς, καὶ ὑετίζουσα φλόξ, δι' ὧν ἡμεῖς ἐλάβομεν τὴν χάριν, διὰ πυρός τε καὶ ὕδατος, Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τόν κόσμον ἐφώτισε. 
(Κάθισμα Ὄρθρου τῆς Κυριακῆς τῆς Πεντηκοστῆς)

Τὸ πανάγιον Πνεῦμα, τὸ προϊὸν ἐκ τοῦ Πατρός, καὶ δι' Υἱοῦ ἐνδημῆσαν, τοῖς ἀγραμμάτοις Μαθηταῖς, τοὺς σὲ Θεὸν ἐπιγνόντας, σῶσον, ἁγίασον πάντας.
(Ἐξαποστειλάριον τῆς Κυριακῆς τῆς Πεντηκοστῆς)

Παράδοξα σήμερον εἶδον τὰ ἔθνη πάντα ἐν πόλει Δαυΐδ, ὅτε τὸ Πνεῦμα κατῆλθε τὸ ἅγιον ἐν πυρίναις γλώσσαις, καθὼς ὁ θεηγόρος Λουκᾶς ἀπεφθέγξατο, Φησὶ γάρ, Συνηγμένων τῶν Μαθητῶν τοῦ Χριστοῦ, ἐγένετο ἦχος καθάπερ φερομένης βιαίας πνοῆς, καὶ ἐπλήρωσε τὸν οἶκον, οὗ ἦσαν καθήμενοι, καὶ πάντες ἤρξαντο φθέγγεσθαι, ξένοις ῥήμασι, ξένοις δόγμασι, ξένοις διδάγμασι, τῆς ἁγίας Τριάδος. 

(Αἶνοι Πεντηκοστῆς)

Τὸ Πνεῦμα τὸ ἅγιον, ἦν μὲν ἀεί, καὶ ἔστι καὶ ἔσται, οὐτε ἀρξάμενον, οὔτε παυσόμενον, ἀλλ' ἀεὶ Πατρὶ καὶ Υἱῷ συντεταγμένον, καὶ συναριθμούμενον, ζωή, καὶ ζωοποιοῦν, φῶς, καὶ φωτὸς χορηγόν,  αὐτάγαθον, καὶ πηγὴ ἀγαθότητος, δι' οὗ Πατὴρ γνωρίζεται, καὶ Υἱὸς δοξάζεται, καὶ παρὰ πάντων γινώσκεται, μία δύναμις, μία σύνταξις, μία προσκύνησις, τῆς ἁγίας Τριάδος. 

(Αἶνοι Πεντηκοστῆς)


Τὸ Πνεῦμα τὸ ἅγιον, φῶς, καὶ ζωή, καὶ ζῶσα πηγὴ νοερά, Πνεῦμα σοφίας, Πνεῦμα συνέσεως, ἀγαθόν, εὐθές, νοερόν, ἡγεμονεῦον καθαῖρον τὰ πταίσματα, Θεὸς καὶ θεοποιοῦν, πῦρ, ἐκ πυρὸς προϊόν, λαλοῦν, ἐνεργοῦν, διαιροῦν τὰ χαρίσματα, δι' οὗ Προφῆται ἅπαντες, καὶ Θεοῦ Ἀπόστολοι, μετὰ Μαρτύρων ἐστέφθησαν, Ξένον ἄκουσμα, ξένον θέαμα, πῦρ διαιρούμενον εἰς νομὰς χαρισμάτων. 

(Αἶνοι Πεντηκοστῆς)

χραντε, ἀμίαντε, ἄναρχε, ἀόρατε, ἀκατάληπτε, ἀνεξιχνίαστε, ἀναλλοίωτε, ἀνυπέρβλητε, ἀμέτρητε, ἀνεξίκακε Κύριε, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὁ ποιήσας τὸν οὐρανόν, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ δημιουργηθέντα ἐν αὐτοῖς, ὁ πρὸ τοῦ αἰτεῖσθαι τοῖς πᾶσι τὰς αἰτήσεις παρέχων. Σοῦ δεόμεθα, καὶ σὲ παρακαλοῦμεν, Δέσποτα φιλάνθρωπε, τὸν Πατέρα τοῦ Κυρίου, καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ δι' ἡμᾶς τοὺς ἀνθρώπους, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντος ἐκ τῶν οὐρανῶν, καὶ σαρκωθέντος ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς ἀειπαρθένου, καὶ ἐνδόξου, Θεοτόκου. ὃς πρότερον μὲν λόγοις διδάσκων, ὕστερον δὲ καὶ ἔργοις ὑποδεικνύς, ἡνίκα τὸ σωτήριον ὑφίστατο πάθος, παρέσχεν ἡμῖν ὑπογραμμὸν τοῖς ταπεινοῖς, καὶ ἁμαρτωλοῖς, καὶ ἀναξίοις δούλοις σου, δεήσεις προσφέρειν, ἐν αὐχένος καὶ γονάτων κλίσεσιν, ὑπὲρ τῶν ἰδίων ἁμαρτημάτων, καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Αὐτὸς οὖν, πολυέλεε καὶ φιλάνθρωπε, ἐπάκουσον ἡμῶν, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε ἐξαιρέτως δέ, ἐν τῇ ἡμέρᾳ ταύτῃ τῆς Πεντηκοστῆς, ἐν ᾗ, μετὰ τὸ ἀναληφθῆναι τὸν Κύριον ἡμῶν, Ἰησοῦν Χριστὸν εἰς τοὺς οὐρανούς, καὶ καθεσθῆναι ἐν δεξιᾷ σοῦ τοῦ Θεοῦ καὶ Πατρός, κατέπεμψε τὸ ἅγιον Πνεῦμα ἐπὶ τοὺς ἁγίους αὐτοῦ μαθητὰς καὶ Ἀποστόλους, ὃ καὶ ἐκάθισεν ἐφ' ἕνα ἕκαστον αὐτῶν καὶ ἐπλήσθησαν ἅπαντες τῆς ἀκενώτου χάριτος αὐτοῦ, καὶ ἐλάλησαν ἑτέραις γλώσσαις τὰ μεγαλεῖά σου, καὶ προεφήτευσαν. Νῦν οὖν δεομένων ἐπάκουσον ἡμῶν, καὶ μνήσθητι ἡμῶν τῶν ταπεινῶν, καὶ κατακρίτων, καὶ ἐπίστρεψον τὴν αἰχμαλωσίαν τῶν ψυχῶν ἡμῶν, τὴν οἰκείαν συμπάθειαν ἔχων ὑπὲρ ἡμῶν πρεσβεύουσαν. Δέξαι ἡμᾶς προσπίπτοντάς σοι, καὶ βοῶντας τό, Ἡμάρτομεν. Ἐπὶ σὲ ἐπεῤῥίφημεν ἐκ μήτρας, ἀπὸ γαστρὸς μητρὸς ἡμῶν, Θεὸς ἡμῶν σὺ εἶ, ἀλλ' ὅτι ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι ἡμῶν, γεγυμνώμεθα τῆς σῆς βοηθείας, ἐστερήμεθα ἀπὸ πάσης ἀπολογίας. Ἀλλὰ θαῤῥοῦντες τοῖς οἰκτιρμοῖς σου, κράζομεν. Ἁμαρτίας νεότητος ἡμῶν, καὶ ἀγνοίας μὴ μνησθῇς, καὶ ἐκ τῶν κρυφίων ἡμῶν καθάρισον ἡμᾶς. Μὴ ἀποῤῥίψῃς ἡμᾶς εἰς καιρὸν γήρως, ἐν τῷ ἐκλείπειν τὴν ἰσχὺν ἡμῶν, μὴ ἐγκαταλίπῃς ἡμᾶς, πρίν ἡμᾶς εἰς τὴν γῆν ἀποστρέψαι, ἀξίωσον πρὸς σὲ ἐπιστρέψαι, καὶ πρόσχες ἡμῖν ἐν εὐμενείᾳ καὶ χάριτι. Ἐπιμέτρησον τὰς ἀνομίας ἡμῶν τοῖς οἰκτιρμοῖς σου, ἀντίθες τὴν ἄβυσσον τῶν οἰκτιρμῶν σου, τῷ πλήθει τῶν πλημμελημάτων ἡμῶν. Ἐπίβλεψον ἐξ ὕψους ἁγίου σου, Κύριε, ἐπὶ τὸν λαόν σου τὸν περιεστῶτα, καὶ ἀπεκδεχόμενον τὸ παρὰ σοῦ πλούσιον ἔλεος, ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί σου, ῥῦσαι ἡμᾶς ἐκ τῆς καταδυναστείας τοῦ Διαβόλου, ἀσφάλισαι τὴν ζωὴν ἡμῶν τοῖς ἁγίοις καὶ ἱεροῖς νόμοις σου, Ἀγγέλῳ πιστῷ φύλακι παρακατάθου τὸν λαόν σου, πάντας ἡμᾶς συνάγαγε εἰς τὴν Βασιλείαν σου, δὸς συγγνώμην τοῖς ἐλπίζουσιν ἐπὶ σέ, ἄφες αὐτοῖς καὶ ὑμῖν τὰ ἁμαρτήματα, καθάρισον ἡμᾶς τῇ ἐνεργείᾳ τοῦ ἁγίου σου Πνεύματος, διάλυσον τὰς καθ’ἡμῶν μηχανὰς τοῦ ἐχθροῦ. 
(εὐχὴ τοῦ ἐσπερινοῦ τῆς γονυκλισίας)

Δεῦτε λαοί, τὴν τρισυπόστατον θεότητα προσκυνήσωμεν, Υἱὸν ἐν τῷ Πατρί, σὺν ἁγίῳ Πνεύματι, Πατὴρ γὰρ ἀχρόνως ἐγέννησεν Υἱόν, συναΐδιον καὶ σύνθρονον, καὶ Πνεῦμα ἅγιον ἦν ἐν τῷ Πατρί, σὺν Υἱῷ δοξαζόμενον, μία δύναμις, μία οὐσία, μία θεότης, ἣν προσκυνοῦντες πάντες λέγομεν, Ἅγιος ὁ Θεός, ὁ τὰ πάντα δημιουργήσας δι' Υἱοῦ, συνεργείᾳ τοῦ Ἁγίου Πνεύματος. Ἅγιος ἰσχυρός, δι' οὗ τὸν Πατέρα ἐγνώκαμεν, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον ἐπεδήμησεν ἐν κόσμῳ. Ἅγιος ἀθάνατος, τὸ Παράκλητον Πνεῦμα, τὸ ἐκ Πατρὸς ἐκπορευόμενον, καὶ ἐν Υἱῷ ἀναπαυόμενον, Τριὰς ἁγία, δόξα σοι.
(Ἰδιόμελον τοῦ ἐσπερινοῦ τῆς γονυκλισίας)

Πηγές ἀκολουθιῶν:



Δεν υπάρχουν σχόλια:

Εγγραφή στο ΠΕΡΑ ΑΠΟ ΤΟ ΑΤΟΜΟ μέσω Email

Related Posts Plugin for WordPress, Blogger...

ΑΠΑΡΑΙΤΗΤΕΣ ΔΙΕΥΚΡΙΝΗΣΕΙΣ

1. Οι ενυπόγραφες αναρτήσεις (άρθρα, ομιλίες, κριτικές βιβλίων, επιφυλλίδες, δοκίμια, μελετήματα κλπ) που φιλοξενούνται ή αναδημοσιεύονται στο ιστολόγιο "ΠΕΡΑ ΑΠΟ ΤΟ ΑΤΟΜΟ" εκφράζουν κατά κύριο λόγο τους συγγραφείς τους και όχι απαραίτητα το ιστολόγιο "ΠΕΡΑ ΑΠΟ ΤΟ ΑΤΟΜΟ".

2. Τα σχόλια των αναγνωστών του ιστολογίου "ΠΕΡΑ ΑΠΟ ΤΟ ΑΤΟΜΟ" εκφράζουν τους ίδιους προσωπικά και όχι το ιστολόγιο "ΠΕΡΑ ΑΠΟ ΤΟ ΑΤΟΜΟ". Σχόλια άσχετα με το περιεχόμενο των αναρτήσεων δεν θα δημοσιεύονται.

3. Υπάρχουν στο ιστολόγιο μας πολλές προτάσεις (σύνδεσμοι, links) προς άλλους δικτυακούς τόπους (sites, blogs κλπ). Το ιστολόγιο μας δε φέρει καμία ευθύνη για το περιεχόμενο των αναρτήσεων ή των σχολίων που γίνονται εκεί.

ΣΥΝ-ΙΣΤΟΛΟΓΕΙΝ

ΑΓΙΟΣ ΓΕΩΡΓΙΟΣ

ΑΓΙΟΣ ΓΕΩΡΓΙΟΣ
Ένα ιστολόγιο αφιερωμένο στους 57 αη-Γιώργηδες της Ορθόδοξης Εκκλησίας

ΤΟ ΠΕΡΑ ΑΠΟ ΤΟ ΑΤΟΜΟ ΣΤΗ WORDPRESS

ΑΝΑΓΝΩΣΕΙΣ

Αρχείο

Αξίζει να διαβάσετε

ΘΕΟΛΟΓΟΙ ΚΡΗΤΗΣ

ΝΕΚΡΟΣ ΓΙΑ ΤΟΝ ΚΟΣΜΟ

ΠΡΟΣΚΥΝΗΤΗΣ

ΠΡΟΣΚΥΝΗΤΗΣ
Περίπλους στην ορθόδοξη πνευματικότητα

ΑΝΤΙΦΩΝΟ

ΠΕΜΠΤΟΥΣΙΑ

ΑΓΙΟΡΕΙΤΙΚΕΣ ΜΝΗΜΕΣ

AHDONI

Ιερός Ναός Αγίου Διονυσίου Αχαρνών

台灣基督東正教會 The Orthodox Church in Taiwan

台灣基督東正教會 The Orthodox Church in Taiwan
台灣基督東正教會 The Orthodox Church in Taiwan: ΚΛΙΚ ΣΤΗΝ ΕΙΚΟΝΑ ΓΙΑ ΜΕΤΑΒΑΣΗ

9 ΝΟΕΜΒΡΙΟΥ: ΔΙΕΘΝΗΣ ΗΜΕΡΑ ΚΑΤΑ ΤΟΥ ΦΑΣΙΣΜΟΥ ΚΑΙ ΤΟΥ ΑΝΤΙΣΗΜΙΤΙΣΜΟΥ

Ορθόδοξα ιστολόγια

Ορθόδοξοι Ιστoχώροι στα ελληνικά

ΟΡΘΟΔΟΞΕΣ ΑΠΑΝΤΗΣΕΙΣ

ΜΥΡΙΟΒΙΒΛΟΣ

Home of the Greek Bible

ΕΝΟΡΙΑ ΑΓΙΑΣ ΖΩΝΗΣ

ΟΡΘΟΔΟΞΗ ΑΠΟΛΟΓΗΤΙΚΗ ΟΜΑΔΑ

ΟΡΘΟΔΟΞΗ ΑΠΟΛΟΓΗΤΙΚΗ ΟΜΑΔΑ
ΠΑΝΑΓΙΑ Η ΙΕΡΟΣΟΛΥΜΙΤΙΣΣΑ

ΟΟΔΕ

ΔΕΝ ΞΕΧΝΩ